Livre de Jérémie
49,1 Τοῖς υἱοῖς Αμμων. Οὕτως εἶπεν κύριος Μὴ υἱοὶ οὔκ εἰσιν ἐν Ισραηλ, ἢ παραλημψόμενος οὐκ ἔστιν αὐτοῖς., διὰ τί παρέλαβεν Μελχομ τὸν Γαδ, καὶ ὁ λαὸς αὐτῶν ἐν πόλεσιν αὐτῶν ἐνοικήσει., ( ) 49,2 διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, φησὶν κύριος, καὶ ἀκουτιῶ ἐπὶ Ραββαθ θόρυβον πολέμων, καὶ ἔσονται εἰς ἄβατον καὶ εἰς ἀπώλειαν, καὶ βωμοὶ αὐτῆς ἐν πυρὶ κατακαυθήσονται, καὶ παραλήμψεται Ισραηλ τὴν ἀρχὴν αὐτοῦ. ( ) 49,3 ἀλάλαξον, Εσεβων, ὅτι ὤλετο Γαι· κεκράξατε, θυγατέρες Ραββαθ, περιζώσασθε σάκκους καὶ ἐπιλημπτεύσασθε καὶ κόψασθε ἐπὶ Μελχομ, ὅτι ἐν ἀποικίᾳ βαδιεῖται, οἱ ἱερεῖς αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ ἅμα. ( ) 49,4 τί ἀγαλλιάσῃ ἐν τοῖς πεδίοις Ενακιμ, θύγατερ ἰταμίας ἡ πεποιθυῖα ἐπὶ θησαυροῖς αὐτῆς ἡ λέγουσα Τίς εἰσελεύσεται ἐπ ἐμέ., ( ) 49,5 ἰδοὺ ἐγὼ φέρω φόβον ἐπὶ σέ, εἶπεν κύριος, ἀπὸ πάσης τῆς περιοίκου σου, καὶ διασπαρήσεσθε ἕκαστος εἰς πρόσωπον αὐτοῦ, καὶ οὐκ ἔσται ὁ συνάγων. ( )

49,7 Τῇ Ιδουμαίᾳ. Τάδε λέγει κύριος Οὐκ ἔστιν ἔτι σοφία ἐν Θαιμαν, ἀπώλετο βουλὴ ἐκ συνετῶν, ὤχετο σοφία αὐτῶν,


( )
49,8 ἠπατήθη ὁ τόπος αὐτῶν. βαθύνατε εἰς κάθισιν, οἱ κατοικοῦντες ἐν Δαιδαν, ὅτι δύσκολα ἐποίησεν· ἤγαγον ἐπ αὐτὸν ἐν χρόνῳ, ᾧ ἐπεσκεψάμην ἐπ αὐτόν. ( ) 49,9 ὅτι τρυγηταὶ ἦλθόν σοι, οὐ καταλείψουσίν σοι καταλείμματα· ὡς κλέπται ἐν νυκτὶ ἐπιθήσουσιν χεῖρα αὐτῶν. ( ) 49,10 ὅτι ἐγὼ κατέσυρα τὸν Ησαυ, ἀνεκάλυψα τὰ κρυπτὰ αὐτῶν, κρυβῆναι οὐ μὴ δύνωνται· ὤλοντο διὰ χεῖρα ἀδελφοῦ αὐτοῦ καὶ γείτονος αὐτοῦ, καὶ οὐκ ἔστιν ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: