Livre de Jérémie
48,40 ὅτι οὕτως εἶπεν κύριος ( ) 48,41 Ἐλήμφθη Ακκαριωθ, καὶ τὰ ὀχυρώματα συνελήμφθη· ( ) 48,42 καὶ ἀπολεῖται Μωαβ ἀπὸ ὄχλου, ὅτι ἐπὶ τὸν κύριον ἐμεγαλύνθη. ( ) 48,43 παγὶς καὶ φόβος καὶ βόθυνος ἐπὶ σοί, καθήμενος Μωαβ· ( ) 48,44 ὁ φεύγων ἀπὸ προσώπου τοῦ φόβου ἐμπεσεῖται εἰς τὸν βόθυνον, καὶ ὁ ἀναβαίνων ἐκ τοῦ βοθύνου συλλημφθήσεται ἐν τῇ παγίδι, ὅτι ἐπάξω ταῦτα ἐπὶ Μωαβ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῆς. ( )

49,1 Τοῖς υἱοῖς Αμμων. Οὕτως εἶπεν κύριος Μὴ υἱοὶ οὔκ εἰσιν ἐν Ισραηλ, ἢ παραλημψόμενος οὐκ ἔστιν αὐτοῖς., διὰ τί παρέλαβεν Μελχομ τὸν Γαδ, καὶ ὁ λαὸς αὐτῶν ἐν πόλεσιν αὐτῶν ἐνοικήσει.,


( )
49,2 διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, φησὶν κύριος, καὶ ἀκουτιῶ ἐπὶ Ραββαθ θόρυβον πολέμων, καὶ ἔσονται εἰς ἄβατον καὶ εἰς ἀπώλειαν, καὶ βωμοὶ αὐτῆς ἐν πυρὶ κατακαυθήσονται, καὶ παραλήμψεται Ισραηλ τὴν ἀρχὴν αὐτοῦ. ( ) 49,3 ἀλάλαξον, Εσεβων, ὅτι ὤλετο Γαι· κεκράξατε, θυγατέρες Ραββαθ, περιζώσασθε σάκκους καὶ ἐπιλημπτεύσασθε καὶ κόψασθε ἐπὶ Μελχομ, ὅτι ἐν ἀποικίᾳ βαδιεῖται, οἱ ἱερεῖς αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ ἅμα. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: