Livre de Jérémie
48,38 καὶ ἐπὶ πάντων τῶν δωμάτων Μωαβ καὶ ἐπὶ πλατείαις αὐτῆς, ὅτι συνέτριψα τὸν Μωαβ, φησὶν κύριος, ὡς ἀγγεῖον, οὗ οὐκ ἔστιν χρεία αὐτοῦ. ( ) 48,39 πῶς κατήλλαξεν., πῶς ἔστρεψεν νῶτον Μωαβ., ᾐσχύνθη καὶ ἐγένετο Μωαβ εἰς γέλωτα καὶ ἐγκότημα πᾶσιν τοῖς κύκλῳ αὐτῆς. ( ) 48,40 ὅτι οὕτως εἶπεν κύριος ( ) 48,41 Ἐλήμφθη Ακκαριωθ, καὶ τὰ ὀχυρώματα συνελήμφθη· ( ) 48,42 καὶ ἀπολεῖται Μωαβ ἀπὸ ὄχλου, ὅτι ἐπὶ τὸν κύριον ἐμεγαλύνθη. ( )

48,43 παγὶς καὶ φόβος καὶ βόθυνος ἐπὶ σοί, καθήμενος Μωαβ·


( )
48,44 ὁ φεύγων ἀπὸ προσώπου τοῦ φόβου ἐμπεσεῖται εἰς τὸν βόθυνον, καὶ ὁ ἀναβαίνων ἐκ τοῦ βοθύνου συλλημφθήσεται ἐν τῇ παγίδι, ὅτι ἐπάξω ταῦτα ἐπὶ Μωαβ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῆς. ( ) 49,1 Τοῖς υἱοῖς Αμμων. Οὕτως εἶπεν κύριος Μὴ υἱοὶ οὔκ εἰσιν ἐν Ισραηλ, ἢ παραλημψόμενος οὐκ ἔστιν αὐτοῖς., διὰ τί παρέλαβεν Μελχομ τὸν Γαδ, καὶ ὁ λαὸς αὐτῶν ἐν πόλεσιν αὐτῶν ἐνοικήσει., ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: