Livre de Jérémie
48,32 ὡς κλαυθμὸν Ιαζηρ ἀποκλαύσομαί σοι, ἄμπελος Σεβημα· κλήματά σου διῆλθεν θάλασσαν, Ιαζηρ ἥψαντο· ἐπὶ ὀπώραν σου, ἐπὶ τρυγηταῖς σου ὄλεθρος ἐπέπεσεν. ( ) 48,33 συνεψήσθη χαρμοσύνη καὶ εὐφροσύνη ἐκ τῆς Μωαβίτιδος, καὶ οἶνος ἦν ἐπὶ ληνοῖς σου· πρωὶ οὐκ ἐπάτησαν οὐδὲ δείλης, οὐκ ἐποίησαν αιδαδ. ( ) 48,34 ἀπὸ κραυγῆς Εσεβων ἕως Ελεαλη αἱ πόλεις αὐτῶν ἔδωκαν φωνὴν αὐτῶν, ἀπὸ Ζογορ ἕως Ωρωναιμ καὶ Αγλαθ – σαλισια, ὅτι καὶ τὸ ὕδωρ Νεβριμ εἰς κατάκαυμα ἔσται. ( ) 48,35 καὶ ἀπολῶ τὸν Μωαβ, φησὶν κύριος, ἀναβαίνοντα ἐπὶ βωμὸν καὶ θυμιῶντα θεοῖς αὐτοῦ. ( ) 48,36 διὰ τοῦτο καρδία μου, Μωαβ, ὥσπερ αὐλοὶ βομβήσουσιν, καρδία μου ἐπ ἀνθρώπους Κιραδας ὥσπερ αὐλὸς βομβήσει· διὰ τοῦτο ἃ περιεποιήσατο, ἀπώλετο ἀπὸ ἀνθρώπου. ( )

48,37 πᾶσαν κεφαλὴν ἐν παντὶ τόπῳ ξυρήσονται, καὶ πᾶς πώγων ξυρηθήσεται, καὶ πᾶσαι χεῖρες κόψονται, καὶ ἐπὶ πάσης ὀσφύος σάκκος.


( )
48,38 καὶ ἐπὶ πάντων τῶν δωμάτων Μωαβ καὶ ἐπὶ πλατείαις αὐτῆς, ὅτι συνέτριψα τὸν Μωαβ, φησὶν κύριος, ὡς ἀγγεῖον, οὗ οὐκ ἔστιν χρεία αὐτοῦ. ( ) 48,39 πῶς κατήλλαξεν., πῶς ἔστρεψεν νῶτον Μωαβ., ᾐσχύνθη καὶ ἐγένετο Μωαβ εἰς γέλωτα καὶ ἐγκότημα πᾶσιν τοῖς κύκλῳ αὐτῆς. ( ) 48,40 ὅτι οὕτως εἶπεν κύριος ( ) 48,41 Ἐλήμφθη Ακκαριωθ, καὶ τὰ ὀχυρώματα συνελήμφθη· ( ) 48,42 καὶ ἀπολεῖται Μωαβ ἀπὸ ὄχλου, ὅτι ἐπὶ τὸν κύριον ἐμεγαλύνθη. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: