Livre de Jérémie
48,23 καὶ ἐπὶ Καριαθαιμ καὶ ἐπ οἶκον Γαμωλ καὶ ἐπ οἶκον Μαων ( ) 48,24 καὶ ἐπὶ Καριωθ καὶ ἐπὶ Βοσορ καὶ ἐπὶ πάσας τὰς πόλεις Μωαβ τὰς πόρρω καὶ τὰς ἐγγύς. ( ) 48,25 κατεάχθη κέρας Μωαβ, καὶ τὸ ἐπίχειρον αὐτοῦ συνετρίβη. ( ) 48,26 μεθύσατε αὐτόν, ὅτι ἐπὶ κύριον ἐμεγαλύνθη· καὶ ἐπικρούσει Μωαβ ἐν χειρὶ αὐτοῦ καὶ ἔσται εἰς γέλωτα καὶ αὐτός. ( ) 48,27 καὶ εἰ μὴ εἰς γελοιασμὸν ἦν σοι Ισραηλ., εἰ ἐν κλοπαῖς σου εὑρέθη, ὅτι ἐπολέμεις αὐτόν., ( )

48,28 κατέλιπον τὰς πόλεις καὶ ᾤκησαν ἐν πέτραις οἱ κατοικοῦντες Μωαβ, ἐγενήθησαν ὡς περιστεραὶ νοσσεύουσαι ἐν πέτραις στόματι βοθύνου.


( )
48,29 ἤκουσα ὕβριν Μωαβ, ὕβρισεν λίαν· ὕβριν αὐτοῦ καὶ ὑπερηφανίαν αὐτοῦ, καὶ ὑψώθη ἡ καρδία αὐτοῦ. ( ) 48,30 ἐγὼ δὲ ἔγνων ἔργα αὐτοῦ· οὐχὶ τὸ ἱκανὸν αὐτοῦ, οὐχ οὕτως ἐποίησεν. ( ) 48,31 διὰ τοῦτο ἐπὶ Μωαβ ὀλολύζετε πάντοθεν, βοήσατε ἐπ ἄνδρας Κιραδας αὐχμοῦ. ( ) 48,32 ὡς κλαυθμὸν Ιαζηρ ἀποκλαύσομαί σοι, ἄμπελος Σεβημα· κλήματά σου διῆλθεν θάλασσαν, Ιαζηρ ἥψαντο· ἐπὶ ὀπώραν σου, ἐπὶ τρυγηταῖς σου ὄλεθρος ἐπέπεσεν. ( ) 48,33 συνεψήσθη χαρμοσύνη καὶ εὐφροσύνη ἐκ τῆς Μωαβίτιδος, καὶ οἶνος ἦν ἐπὶ ληνοῖς σου· πρωὶ οὐκ ἐπάτησαν οὐδὲ δείλης, οὐκ ἐποίησαν αιδαδ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: