Livre de Jérémie
48,20 κατῃσχύνθη Μωαβ, ὅτι συνετρίβη· ὀλόλυξον καὶ κέκραξον, ἀνάγγειλον ἐν Αρνων ὅτι ὤλετο Μωαβ. ( ) 48,21 καὶ κρίσις ἔρχεται εἰς γῆν τοῦ Μισωρ ἐπὶ Χαιλων καὶ ἐπὶ Ιασσα καὶ ἐπὶ Μωφαθ ( ) 48,22 καὶ ἐπὶ Δαιβων καὶ ἐπὶ Ναβαυ καὶ ἐπ οἶκον Δεβλαθαιμ ( ) 48,23 καὶ ἐπὶ Καριαθαιμ καὶ ἐπ οἶκον Γαμωλ καὶ ἐπ οἶκον Μαων ( ) 48,24 καὶ ἐπὶ Καριωθ καὶ ἐπὶ Βοσορ καὶ ἐπὶ πάσας τὰς πόλεις Μωαβ τὰς πόρρω καὶ τὰς ἐγγύς. ( )

48,25 κατεάχθη κέρας Μωαβ, καὶ τὸ ἐπίχειρον αὐτοῦ συνετρίβη.


( )
48,26 μεθύσατε αὐτόν, ὅτι ἐπὶ κύριον ἐμεγαλύνθη· καὶ ἐπικρούσει Μωαβ ἐν χειρὶ αὐτοῦ καὶ ἔσται εἰς γέλωτα καὶ αὐτός. ( ) 48,27 καὶ εἰ μὴ εἰς γελοιασμὸν ἦν σοι Ισραηλ., εἰ ἐν κλοπαῖς σου εὑρέθη, ὅτι ἐπολέμεις αὐτόν., ( ) 48,28 κατέλιπον τὰς πόλεις καὶ ᾤκησαν ἐν πέτραις οἱ κατοικοῦντες Μωαβ, ἐγενήθησαν ὡς περιστεραὶ νοσσεύουσαι ἐν πέτραις στόματι βοθύνου. ( ) 48,29 ἤκουσα ὕβριν Μωαβ, ὕβρισεν λίαν· ὕβριν αὐτοῦ καὶ ὑπερηφανίαν αὐτοῦ, καὶ ὑψώθη ἡ καρδία αὐτοῦ. ( ) 48,30 ἐγὼ δὲ ἔγνων ἔργα αὐτοῦ· οὐχὶ τὸ ἱκανὸν αὐτοῦ, οὐχ οὕτως ἐποίησεν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: