Livre de Jérémie
48,14 πῶς ἐρεῖτε Ἰσχυροί ἐσμεν καὶ ἄνθρωπος ἰσχύων εἰς τὰ πολεμικά., ( ) 48,15 ὤλετο Μωαβ πόλις αὐτοῦ, καὶ ἐκλεκτοὶ νεανίσκοι αὐτοῦ κατέβησαν εἰς σφαγήν· ( ) 48,16 ἐγγὺς ἡμέρα Μωαβ ἐλθεῖν, καὶ πονηρία αὐτοῦ ταχεῖα σφόδρα. ( ) 48,17 κινήσατε αὐτῷ, πάντες κυκλόθεν αὐτοῦ, πάντες εἰδότες ὄνομα αὐτοῦ· εἴπατε Πῶς συνετρίβη βακτηρία εὐκλεής, ῥάβδος μεγαλώματος., ( ) 48,18 κατάβηθι ἀπὸ δόξης καὶ κάθισον ἐν ὑγρασίᾳ, καθημένη Δαιβων· ἐκτρίβητε, ὅτι ὤλετο Μωαβ, ἀνέβη εἰς σὲ λυμαινόμενος ὀχύρωμά σου. ( )

48,19 ἐφ ὁδοῦ στῆθι καὶ ἔπιδε, καθημένη ἐν Αροηρ, καὶ ἐρώτησον φεύγοντα καὶ σῳζόμενον καὶ εἰπόν Τί ἐγένετο.,


( )
48,20 κατῃσχύνθη Μωαβ, ὅτι συνετρίβη· ὀλόλυξον καὶ κέκραξον, ἀνάγγειλον ἐν Αρνων ὅτι ὤλετο Μωαβ. ( ) 48,21 καὶ κρίσις ἔρχεται εἰς γῆν τοῦ Μισωρ ἐπὶ Χαιλων καὶ ἐπὶ Ιασσα καὶ ἐπὶ Μωφαθ ( ) 48,22 καὶ ἐπὶ Δαιβων καὶ ἐπὶ Ναβαυ καὶ ἐπ οἶκον Δεβλαθαιμ ( ) 48,23 καὶ ἐπὶ Καριαθαιμ καὶ ἐπ οἶκον Γαμωλ καὶ ἐπ οἶκον Μαων ( ) 48,24 καὶ ἐπὶ Καριωθ καὶ ἐπὶ Βοσορ καὶ ἐπὶ πάσας τὰς πόλεις Μωαβ τὰς πόρρω καὶ τὰς ἐγγύς. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: