Livre de Jérémie
46,5 τί ὅτι αὐτοὶ πτοοῦνται καὶ ἀποχωροῦσιν ὀπίσω., διότι οἱ ἰσχυροὶ αὐτῶν κοπήσονται. φυγῇ ἔφυγον καὶ οὐκ ἀνέστρεψαν περιεχόμενοι κυκλόθεν, λέγει κύριος. ( ) 46,6 μὴ φευγέτω ὁ κοῦφος, καὶ μὴ ἀνασῳζέσθω ὁ ἰσχυρός· ἐπὶ βορρᾶν τὰ παρὰ τὸν Εὐφράτην ἠσθένησαν πεπτώκασιν. ( ) 46,7 τίς οὗτος ὡς ποταμὸς ἀναβήσεται καὶ ὡς ποταμοὶ κυμαίνουσιν ὕδωρ., ( ) 46,8 ὕδατα Αἰγύπτου ὡσεὶ ποταμὸς ἀναβήσεται καὶ εἶπεν Ἀναβήσομαι καὶ κατακαλύψω γῆν καὶ ἀπολῶ κατοικοῦντας ἐν αὐτῇ. ( ) 46,9 ἐπίβητε ἐπὶ τοὺς ἵππους, παρασκευάσατε τὰ ἅρματα· ἐξέλθατε, οἱ μαχηταὶ Αἰθιόπων καὶ Λίβυες καθωπλισμένοι ὅπλοις· καὶ Λυδοί, ἀνάβητε ἐντείνατε τόξον. ( )

46,10 καὶ ἡ ἡμέρα ἐκείνη κυρίῳ τῷ θεῷ ἡμῶν ἡμέρα ἐκδικήσεως τοῦ ἐκδικῆσαι τοὺς ἐχθροὺς αὐτοῦ, καὶ καταφάγεται ἡ μάχαιρα κυρίου καὶ ἐμπλησθήσεται καὶ μεθυσθήσεται ἀπὸ τοῦ αἵματος αὐτῶν, ὅτι θυσία τῷ κυρίῳ σαβαωθ ἀπὸ γῆς βορρᾶ ἐπὶ ποταμῷ Εὐφράτῃ.


( )
46,11 ἀνάβηθι, Γαλααδ, καὶ λαβὲ ῥητίνην τῇ παρθένῳ θυγατρὶ Αἰγύπτου· εἰς κενὸν ἐπλήθυνας ἰάματά σου, ὠφέλεια οὐκ ἔστιν σοί. ( ) 46,12 ἤκουσαν ἔθνη φωνήν σου, καὶ τῆς κραυγῆς σου ἐπλήσθη ἡ γῆ, ὅτι μαχητὴς πρὸς μαχητὴν ἠσθένησεν, ἐπὶ τὸ αὐτὸ ἔπεσαν ἀμφότεροι. ( ) 46,13 Ἃ ἐλάλησεν κύριος ἐν χειρὶ Ιερεμιου τοῦ ἐλθεῖν Ναβουχοδονοσορ τὸν βασιλέα Βαβυλῶνος τοῦ κόψαι τὴν γῆν Αἰγύπτου. ( ) 46,14 Ἀναγγείλατε εἰς Μάγδωλον καὶ παραγγείλατε εἰς Μέμφιν, εἴπατε Ἐπίστηθι καὶ ἑτοίμασον, ὅτι κατέφαγεν μάχαιρα τὴν σμίλακά σου. ( ) 46,15 διὰ τί ἔφυγεν ὁ Ἆπις., ὁ μόσχος ὁ ἐκλεκτός σου οὐκ ἔμεινεν, ὅτι κύριος παρέλυσεν αὐτόν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: