Livre de Jérémie
44,26 διὰ τοῦτο ἀκούσατε λόγον κυρίου, πᾶς Ιουδα οἱ καθήμενοι ἐν γῇ Αἰγύπτῳ Ἰδοὺ ὤμοσα τῷ ὀνόματί μου τῷ μεγάλῳ, εἶπεν κύριος, ἐὰν γένηται ἔτι ὄνομά μου ἐν τῷ στόματι παντὸς Ιουδα εἰπεῖν Ζῇ κύριος κύριος, ἐπὶ πάσῃ γῇ Αἰγύπτῳ. ( ) 44,27 ὅτι ἰδοὺ ἐγὼ ἐγρήγορα ἐπ αὐτοὺς τοῦ κακῶσαι αὐτοὺς καὶ οὐκ ἀγαθῶσαι, καὶ ἐκλείψουσιν πᾶς Ιουδα οἱ κατοικοῦντες ἐν γῇ Αἰγύπτῳ ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ, ἕως ἂν ἐκλίπωσιν. ( ) 44,28 καὶ οἱ σεσῳσμένοι ἀπὸ ῥομφαίας ἐπιστρέψουσιν εἰς γῆν Ιουδα ὀλίγοι ἀριθμῷ, καὶ γνώσονται οἱ κατάλοιποι Ιουδα οἱ καταστάντες ἐν γῇ Αἰγύπτῳ κατοικῆσαι ἐκεῖ, λόγος τίνος ἐμμενεῖ. ( ) 44,29 καὶ τοῦτο ὑμῖν τὸ σημεῖον ὅτι ἐπισκέψομαι ἐγὼ ἐφ ὑμᾶς εἰς πονηρά· ( ) 44,30 οὕτως εἶπεν κύριος Ἰδοὺ ἐγὼ δίδωμι τὸν Ουαφρη βασιλέα Αἰγύπτου εἰς χεῖρας ἐχθροῦ αὐτοῦ καὶ εἰς χεῖρας ζητούντων τὴν ψυχὴν αὐτοῦ, καθὰ ἔδωκα τὸν Σεδεκιαν βασιλέα Ιουδα εἰς χεῖρας Ναβουχοδονοσορ βασιλέως Βαβυλῶνος ἐχθροῦ αὐτοῦ καὶ ζητοῦντος τὴν ψυχὴν αὐτοῦ. ( )

45,1 Ὁ λόγος, ὃν ἐλάλησεν Ιερεμιας ὁ προφήτης πρὸς Βαρουχ υἱὸν Νηριου, ὅτε ἔγραφεν τοὺς λόγους τούτους ἐν τῷ βιβλίῳ ἀπὸ στόματος Ιερεμιου ἐν τῷ ἐνιαυτῷ τῷ τετάρτῳ τῷ Ιωακιμ υἱῷ Ιωσια βασιλέως Ιουδα


20326 Bible des Peuples sur titre chapitre 2023-11-11: Parole de consolation pour Baruch

( )
45,2 Οὕτως εἶπεν κύριος ἐπὶ σοί, Βαρουχ ( ) 45,3 Ὅτι εἶπας Οἴμμοι οἴμμοι, ὅτι προσέθηκεν κύριος κόπον ἐπὶ πόνον μοι, ἐκοιμήθην ἐν στεναγμοῖς, ἀνάπαυσιν οὐχ εὗρον, ( ) 45,4 εἰπὸν αὐτῷ Οὕτως εἶπεν κύριος Ἰδοὺ οὓς ἐγὼ ᾠκοδόμησα, ἐγὼ καθαιρῶ, καὶ οὓς ἐγὼ ἐφύτευσα, ἐγὼ ἐκτίλλω· ( ) 45,5 καὶ σὺ ζητεῖς σεαυτῷ μεγάλα., μὴ ζητήσῃς, ὅτι ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ πᾶσαν σάρκα, λέγει κύριος, καὶ δώσω τὴν ψυχήν σου εἰς εὕρεμα ἐν παντὶ τόπῳ, οὗ ἐὰν βαδίσῃς ἐκεῖ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: