Livre de Jérémie
42,15 διὰ τοῦτο ἀκούσατε λόγον κυρίου Οὕτως εἶπεν κύριος Ἐὰν ὑμεῖς δῶτε τὸ πρόσωπον ὑμῶν εἰς Αἴγυπτον καὶ εἰσέλθητε ἐκεῖ κατοικεῖν, ( ) 42,16 καὶ ἔσται, ἡ ῥομφαία, ἣν ὑμεῖς φοβεῖσθε ἀπὸ προσώπου αὐτῆς, εὑρήσει ὑμᾶς ἐν γῇ Αἰγύπτου, καὶ ὁ λιμός, οὗ ὑμεῖς λόγον ἔχετε ἀπὸ προσώπου αὐτοῦ, καταλήμψεται ὑμᾶς ὀπίσω ὑμῶν ἐν Αἰγύπτῳ, καὶ ἐκεῖ ἀποθανεῖσθε. ( ) 42,17 καὶ ἔσονται πάντες οἱ ἄνθρωποι καὶ πάντες οἱ ἀλλογενεῖς οἱ θέντες τὸ πρόσωπον αὐτῶν εἰς γῆν Αἰγύπτου ἐνοικεῖν ἐκεῖ ἐκλείψουσιν ἐν τῇ ῥομφαίᾳ καὶ ἐν τῷ λιμῷ, καὶ οὐκ ἔσται αὐτῶν οὐθεὶς σῳζόμενος ἀπὸ τῶν κακῶν, ὧν ἐγὼ ἐπάγω ἐπ αὐτούς. ( ) 42,18 ὅτι οὕτως εἶπεν κύριος Καθὼς ἔσταξεν ὁ θυμός μου ἐπὶ τοὺς κατοικοῦντας Ιερουσαλημ, οὕτως στάξει ὁ θυμός μου ἐφ ὑμᾶς εἰσελθόντων ὑμῶν εἰς Αἴγυπτον, καὶ ἔσεσθε εἰς ἄβατον καὶ ὑποχείριοι καὶ εἰς ἀρὰν καὶ εἰς ὀνειδισμὸν καὶ οὐ μὴ ἴδητε οὐκέτι τὸν τόπον τοῦτον ( ) 42,19 ἃ ἐλάλησεν κύριος ἐφ ὑμᾶς τοὺς καταλοίπους Ιουδα Μὴ εἰσέλθητε εἰς Αἴγυπτον. καὶ νῦν γνόντες γνώσεσθε ( )

42,20 ὅτι ἐπονηρεύσασθε ἐν ψυχαῖς ὑμῶν ἀποστείλαντές με λέγοντες Πρόσευξαι περὶ ἡμῶν πρὸς κύριον, καὶ κατὰ πάντα, ἃ ἐὰν λαλήσῃ σοι κύριος, ποιήσομεν.


( )
42,21 καὶ οὐκ ἠκούσατε τῆς φωνῆς κυρίου, ἧς ἀπέστειλέν με πρὸς ὑμᾶς. ( ) 42,22 καὶ νῦν ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἐκλείψετε ἐν τῷ τόπῳ, οὗ ὑμεῖς βούλεσθε εἰσελθεῖν κατοικεῖν ἐκεῖ. ( ) 43,1 Καὶ ἐγενήθη ὡς ἐπαύσατο Ιερεμιας λέγων πρὸς τὸν λαὸν πάντας τοὺς λόγους κυρίου, οὓς ἀπέστειλεν αὐτὸν κύριος πρὸς αὐτούς, πάντας τοὺς λόγους τούτους, ( ) 43,2 καὶ εἶπεν Αζαριας υἱὸς Μαασαιου καὶ Ιωαναν υἱὸς Καρηε καὶ πάντες οἱ ἄνδρες οἱ εἴπαντες τῷ Ιερεμια λέγοντες Ψεύδη, οὐκ ἀπέστειλέν σε κύριος πρὸς ἡμᾶς λέγων Μὴ εἰσέλθητε εἰς Αἴγυπτον οἰκεῖν ἐκεῖ, ( ) 43,3 ἀλλ ἢ Βαρουχ υἱὸς Νηριου συμβάλλει σε πρὸς ἡμᾶς, ἵνα δῷς ἡμᾶς εἰς χεῖρας τῶν Χαλδαίων τοῦ θανατῶσαι ἡμᾶς καὶ ἀποικισθῆναι ἡμᾶς εἰς Βαβυλῶνα. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: