Livre de Jérémie
42,7 καὶ ἐγενήθη μετὰ δέκα ἡμέρας ἐγενήθη λόγος κυρίου πρὸς Ιερεμιαν. ( ) 42,8 καὶ ἐκάλεσεν τὸν Ιωαναν καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως καὶ πάντα τὸν λαὸν ἀπὸ μικροῦ ἕως μεγάλου ( ) 42,9 καὶ εἶπεν αὐτοῖς Οὕτως εἶπεν κύριος ( ) 42,10 Ἐὰν καθίσαντες καθίσητε ἐν τῇ γῇ ταύτῃ, οἰκοδομήσω ὑμᾶς καὶ οὐ μὴ καθέλω καὶ φυτεύσω ὑμᾶς καὶ οὐ μὴ ἐκτίλω· ὅτι ἀναπέπαυμαι ἐπὶ τοῖς κακοῖς, οἷς ἐποίησα ὑμῖν. ( ) 42,11 μὴ φοβηθῆτε ἀπὸ προσώπου βασιλέως Βαβυλῶνος, οὗ ὑμεῖς φοβεῖσθε ἀπὸ προσώπου αὐτοῦ· μὴ φοβηθῆτε, φησὶν κύριος, ὅτι μεθ ὑμῶν ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαι ὑμᾶς καὶ σῴζειν ὑμᾶς ἐκ χειρὸς αὐτοῦ· ( )

42,12 καὶ δώσω ὑμῖν ἔλεος καὶ ἐλεήσω ὑμᾶς καὶ ἐπιστρέψω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν.


( )
42,13 καὶ εἰ λέγετε ὑμεῖς Οὐ μὴ καθίσωμεν ἐν τῇ γῇ ταύτῃ πρὸς τὸ μὴ ἀκοῦσαι φωνῆς κυρίου, ( ) 42,14 ὅτι εἰς γῆν Αἰγύπτου εἰσελευσόμεθα καὶ οὐ μὴ ἴδωμεν πόλεμον καὶ φωνὴν σάλπιγγος οὐ μὴ ἀκούσωμεν καὶ ἐν ἄρτοις οὐ μὴ πεινάσωμεν καὶ ἐκεῖ οἰκήσομεν, ( ) 42,15 διὰ τοῦτο ἀκούσατε λόγον κυρίου Οὕτως εἶπεν κύριος Ἐὰν ὑμεῖς δῶτε τὸ πρόσωπον ὑμῶν εἰς Αἴγυπτον καὶ εἰσέλθητε ἐκεῖ κατοικεῖν, ( ) 42,16 καὶ ἔσται, ἡ ῥομφαία, ἣν ὑμεῖς φοβεῖσθε ἀπὸ προσώπου αὐτῆς, εὑρήσει ὑμᾶς ἐν γῇ Αἰγύπτου, καὶ ὁ λιμός, οὗ ὑμεῖς λόγον ἔχετε ἀπὸ προσώπου αὐτοῦ, καταλήμψεται ὑμᾶς ὀπίσω ὑμῶν ἐν Αἰγύπτῳ, καὶ ἐκεῖ ἀποθανεῖσθε. ( ) 42,17 καὶ ἔσονται πάντες οἱ ἄνθρωποι καὶ πάντες οἱ ἀλλογενεῖς οἱ θέντες τὸ πρόσωπον αὐτῶν εἰς γῆν Αἰγύπτου ἐνοικεῖν ἐκεῖ ἐκλείψουσιν ἐν τῇ ῥομφαίᾳ καὶ ἐν τῷ λιμῷ, καὶ οὐκ ἔσται αὐτῶν οὐθεὶς σῳζόμενος ἀπὸ τῶν κακῶν, ὧν ἐγὼ ἐπάγω ἐπ αὐτούς. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: