Livre de Jérémie
38,10 καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Αβδεμελεχ λέγων Λαβὲ εἰς τὰς χεῖράς σου ἐντεῦθεν τριάκοντα ἀνθρώπους καὶ ἀνάγαγε αὐτὸν ἐκ τοῦ λάκκου, ἵνα μὴ ἀποθάνῃ. ( ) 38,11 καὶ ἔλαβεν Αβδεμελεχ τοὺς ἀνθρώπους καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν τοῦ βασιλέως τὴν ὑπόγειον καὶ ἔλαβεν ἐκεῖθεν παλαιὰ ῥάκη καὶ παλαιὰ σχοινία καὶ ἔρριψεν αὐτὰ πρὸς Ιερεμιαν εἰς τὸν λάκκον ( ) 38,12 καὶ εἶπεν Ταῦτα θὲς ὑποκάτω τῶν σχοινίων· καὶ ἐποίησεν Ιερεμιας οὕτως. ( ) 38,13 καὶ εἵλκυσαν αὐτὸν τοῖς σχοινίοις καὶ ἀνήγαγον αὐτὸν ἐκ τοῦ λάκκου· καὶ ἐκάθισεν Ιερεμιας ἐν τῇ αὐλῇ τῆς φυλακῆς. ( ) 38,14 Καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ ἐκάλεσεν αὐτὸν πρὸς ἑαυτὸν εἰς οἰκίαν ασελισι τὴν ἐν οἴκῳ κυρίου· καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Ἐρωτήσω σε λόγον, καὶ μὴ δὴ κρύψῃς ἀπ ἐμοῦ ῥῆμα. ( )

38,15 καὶ εἶπεν Ιερεμιας τῷ βασιλεῖ Ἐὰν ἀναγγείλω σοι, οὐχὶ θανάτῳ με θανατώσεις., καὶ ἐὰν συμβουλεύσω σοι, οὐ μὴ ἀκούσῃς μου.


( )
38,16 καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεὺς λέγων Ζῇ κύριος, ὃς ἐποίησεν ἡμῖν τὴν ψυχὴν ταύτην, εἰ ἀποκτενῶ σε καὶ εἰ δώσω σε εἰς χεῖρας τῶν ἀνθρώπων τούτων. ( ) 38,17 καὶ εἶπεν αὐτῷ Ιερεμιας Οὕτως εἶπεν κύριος Ἐὰν ἐξελθὼν ἐξέλθῃς πρὸς ἡγεμόνας βασιλέως Βαβυλῶνος, καὶ ζήσεται ἡ ψυχή σου, καὶ ἡ πόλις αὕτη οὐ μὴ κατακαυθῇ ἐν πυρί, καὶ ζήσῃ σὺ καὶ ἡ οἰκία σου· ( ) 38,18 καὶ ἐὰν μὴ ἐξέλθῃς, δοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας τῶν Χαλδαίων, καὶ καύσουσιν αὐτὴν ἐν πυρί, καὶ σὺ οὐ μὴ σωθῇς. ( ) 38,19 καὶ εἶπεν ὁ βασιλεὺς τῷ Ιερεμια Ἐγὼ λόγον ἔχω τῶν Ιουδαίων τῶν πεφευγότων πρὸς τοὺς Χαλδαίους, μὴ δώσειν με εἰς χεῖρας αὐτῶν, καὶ καταμωκήσονταί μου. ( ) 38,20 καὶ εἶπεν Ιερεμιας Οὐ μὴ παραδῶσίν σε· ἄκουσον τὸν λόγον κυρίου, ὃν ἐγὼ λέγω πρὸς σέ, καὶ βέλτιον ἔσται σοι, καὶ ζήσεται ἡ ψυχή σου. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: