Livre de Jérémie
38,1 Καὶ ἤκουσεν Σαφατιας υἱὸς Μαθαν καὶ Γοδολιας υἱὸς Πασχωρ καὶ Ιωαχαλ υἱὸς Σελεμιου τοὺς λόγους, οὓς ἐλάλει Ιερεμιας ἐπὶ τὸν λαὸν λέγων ( ) 38,2 Οὕτως εἶπεν κύριος Ὁ κατοικῶν ἐν τῇ πόλει ταύτῃ ἀποθανεῖται ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ, καὶ ὁ ἐκπορευόμενος πρὸς τοὺς Χαλδαίους ζήσεται, καὶ ἔσται ἡ ψυχὴ αὐτοῦ εἰς εὕρεμα, καὶ ζήσεται· ( ) 38,3 ὅτι οὕτως εἶπεν κύριος Παραδιδομένη παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας δυνάμεως βασιλέως Βαβυλῶνος, καὶ συλλήμψεται αὐτήν. ( ) 38,4 καὶ εἶπαν τῷ βασιλεῖ Ἀναιρεθήτω δὴ ὁ ἄνθρωπος ἐκεῖνος, ὅτι αὐτὸς ἐκλύει τὰς χεῖρας τῶν ἀνθρώπων τῶν πολεμούντων τῶν καταλειπομένων ἐν τῇ πόλει καὶ τὰς χεῖρας παντὸς τοῦ λαοῦ λαλῶν πρὸς αὐτοὺς κατὰ τοὺς λόγους τούτους, ὅτι ὁ ἄνθρωπος οὗτος οὐ χρησμολογεῖ ε ( ) 38,5 καὶ εἶπεν ὁ βασιλεύς Ἰδοὺ αὐτὸς ἐν χερσὶν ὑμῶν· ὅτι οὐκ ἠδύνατο ὁ βασιλεὺς πρὸς αὐτούς. ( )

38,6 καὶ ἔρριψαν αὐτὸν εἰς τὸν λάκκον Μελχιου υἱοῦ τοῦ βασιλέως, ὃς ἦν ἐν τῇ αὐλῇ τῆς φυλακῆς, καὶ ἐχάλασαν αὐτὸν εἰς τὸν λάκκον, καὶ ἐν τῷ λάκκῳ οὐκ ἦν ὕδωρ ἀλλ ἢ βόρβορος, καὶ ἦν ἐν τῷ βορβόρῳ.


( Ps 39,2 , )
38,7 Καὶ ἤκουσεν Αβδεμελεχ ὁ Αἰθίοψ, καὶ αὐτὸς ἐν οἰκίᾳ τοῦ βασιλέως, ὅτι ἔδωκαν Ιερεμιαν εἰς τὸν λάκκον· καὶ ὁ βασιλεὺς ἦν ἐν τῇ πύλῃ Βενιαμιν· ( ) 38,8 καὶ ἐξῆλθεν πρὸς αὐτὸν καὶ ἐλάλησεν πρὸς τὸν βασιλέα καὶ εἶπεν ( ) 38,9 Ἐπονηρεύσω ἃ ἐποίησας τοῦ ἀποκτεῖναι τὸν ἄνθρωπον τοῦτον ἀπὸ προσώπου τοῦ λιμοῦ, ὅτι οὐκ εἰσὶν ἔτι ἄρτοι ἐν τῇ πόλει. ( ) 38,10 καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Αβδεμελεχ λέγων Λαβὲ εἰς τὰς χεῖράς σου ἐντεῦθεν τριάκοντα ἀνθρώπους καὶ ἀνάγαγε αὐτὸν ἐκ τοῦ λάκκου, ἵνα μὴ ἀποθάνῃ. ( ) 38,11 καὶ ἔλαβεν Αβδεμελεχ τοὺς ἀνθρώπους καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν τοῦ βασιλέως τὴν ὑπόγειον καὶ ἔλαβεν ἐκεῖθεν παλαιὰ ῥάκη καὶ παλαιὰ σχοινία καὶ ἔρριψεν αὐτὰ πρὸς Ιερεμιαν εἰς τὸν λάκκον ( )



trouve dans 1 passage(s): Mission de Jérémie,
trouve dans 1 liturgie(s): Dimanche-20-temps ordinaire annee C,
trouve dans 0 document(s) de référence: