Livre de Jérémie
37,5 καὶ δύναμις Φαραω ἐξῆλθεν ἐξ Αἰγύπτου, καὶ ἤκουσαν οἱ Χαλδαῖοι τὴν ἀκοὴν αὐτῶν καὶ ἀνέβησαν ἀπὸ Ιερουσαλημ. ( ) 37,6 καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν λέγων ( ) 37,7 Οὕτως εἶπεν κύριος Οὕτως ἐρεῖς πρὸς βασιλέα Ιουδα τὸν ἀποστείλαντα πρὸς σὲ τοῦ ἐκζητῆσαί με Ἰδοὺ δύναμις Φαραω ἡ ἐξελθοῦσα ὑμῖν εἰς βοήθειαν ἀποστρέψουσιν εἰς γῆν Αἰγύπτου, ( ) 37,8 καὶ ἀναστρέψουσιν αὐτοὶ οἱ Χαλδαῖοι καὶ πολεμήσουσιν ἐπὶ τὴν πόλιν ταύτην καὶ συλλήμψονται αὐτὴν καὶ καύσουσιν αὐτὴν ἐν πυρί. ( ) 37,9 ὅτι οὕτως εἶπεν κύριος Μὴ ὑπολάβητε ταῖς ψυχαῖς ὑμῶν λέγοντες Ἀποτρέχοντες ἀπελεύσονται ἀφ ἡμῶν οἱ Χαλδαῖοι, ὅτι οὐ μὴ ἀπέλθωσιν· ( )

37,10 καὶ ἐὰν πατάξητε πᾶσαν δύναμιν τῶν Χαλδαίων τοὺς πολεμοῦντας ὑμᾶς καὶ καταλειφθῶσίν τινες ἐκκεκεντημένοι ἕκαστος ἐν τῷ τόπῳ αὐτοῦ, οὗτοι ἀναστήσονται καὶ καύσουσιν τὴν πόλιν ταύτην ἐν πυρί.


( )
37,11 Καὶ ἐγένετο ὅτε ἀνέβη ἡ δύναμις τῶν Χαλδαίων ἀπὸ Ιερουσαλημ ἀπὸ προσώπου τῆς δυνάμεως Φαραω, ( ) 37,12 ἐξῆλθεν Ιερεμιας ἀπὸ Ιερουσαλημ τοῦ πορευθῆναι εἰς γῆν Βενιαμιν τοῦ ἀγοράσαι ἐκεῖθεν ἐν μέσῳ τοῦ λαοῦ. ( ) 37,13 καὶ ἐγένετο αὐτὸς ἐν πύλῃ Βενιαμιν, καὶ ἐκεῖ ἄνθρωπος, παρ ᾧ κατέλυεν, Σαρουιας υἱὸς Σελεμιου υἱοῦ Ανανιου, καὶ συνέλαβεν τὸν Ιερεμιαν λέγων Πρὸς τοὺς Χαλδαίους σὺ φεύγεις. ( ) 37,14 καὶ εἶπεν Ψεῦδος· οὐκ εἰς τοὺς Χαλδαίους ἐγὼ φεύγω. καὶ οὐκ ἤκουσεν αὐτοῦ καὶ συνέλαβεν Σαρουιας τὸν Ιερεμιαν καὶ εἰσήγαγεν αὐτὸν πρὸς τοὺς ἄρχοντας. ( ) 37,15 καὶ ἐπικράνθησαν οἱ ἄρχοντες ἐπὶ Ιερεμιαν καὶ ἐπάταξαν αὐτὸν καὶ ἀπέστειλαν αὐτὸν εἰς τὴν οἰκίαν Ιωναθαν τοῦ γραμματέως, ὅτι ταύτην ἐποίησαν εἰς οἰκίαν φυλακῆς. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: