Livre de Jérémie
36,24 καὶ οὐκ ἐζήτησαν καὶ οὐ διέρρηξαν τὰ ἱμάτια αὐτῶν ὁ βασιλεὺς καὶ οἱ παῖδες αὐτοῦ οἱ ἀκούοντες πάντας τοὺς λόγους τούτους· ( ) 36,25 καὶ Ελναθαν καὶ Γοδολιας καὶ Γαμαριας ὑπέθεντο τῷ βασιλεῖ πρὸς τὸ μὴ κατακαῦσαι τὸ χαρτίον. ( ) 36,26 Πάλιν λαβὲ σὺ χαρτίον ἕτερον καὶ γράψον πάντας τοὺς λόγους τοὺς ὄντας ἐπὶ τοῦ χαρτίου, οὓς κατέκαυσεν ὁ βασιλεὺς Ιωακιμ. ( ) 36,27 Καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν μετὰ τὸ κατακαῦσαι τὸν βασιλέα τὸ χαρτίον, πάντας τοὺς λόγους οὓς ἔγραψεν Βαρουχ ἀπὸ στόματος Ιερεμιου, λέγων ( ) 36,28 Πάλιν λαβὲ σὺ χαρτίον ἕτερον καὶ γράψον πάντας τοὺς λόγους τοὺς ὄντας ἐπὶ τοῦ χαρτίου, οὓς κατέκαυσεν ὁ βασιλεὺς Ιωακιμ. ( )

36,29 καὶ ἐρεῖς Οὕτως εἶπεν κύριος Σὺ κατέκαυσας τὸ χαρτίον τοῦτο λέγων Διὰ τί ἔγραψας ἐπ αὐτῷ λέγων Εἰσπορευόμενος εἰσπορεύσεται ὁ βασιλεὺς Βαβυλῶνος καὶ ἐξολεθρεύσει τὴν γῆν ταύτην, καὶ ἐκλείψει ἀπ αὐτῆς ἄνθρωπος καὶ κτήνη.,


( )
36,30 διὰ τοῦτο οὕτως εἶπεν κύριος ἐπὶ Ιωακιμ βασιλέα Ιουδα Οὐκ ἔσται αὐτῷ καθήμενος ἐπὶ θρόνου Δαυιδ, καὶ τὸ θνησιμαῖον αὐτοῦ ἔσται ἐρριμμένον ἐν τῷ καύματι τῆς ἡμέρας καὶ ἐν τῷ παγετῷ τῆς νυκτός· ( ) 36,31 καὶ ἐπισκέψομαι ἐπ αὐτὸν καὶ ἐπὶ τὸ γένος αὐτοῦ καὶ ἐπὶ τοὺς παῖδας αὐτοῦ καὶ ἐπάξω ἐπ αὐτοὺς καὶ ἐπὶ τοὺς κατοικοῦντας Ιερουσαλημ καὶ ἐπὶ γῆν Ιουδα πάντα τὰ κακά, ἃ ἐλάλησα πρὸς αὐτοὺς καὶ οὐκ ἤκουσαν. ( ) 36,32 καὶ ἔλαβεν Βαρουχ χαρτίον ἕτερον καὶ ἔγραψεν ἐπ αὐτῷ ἀπὸ στόματος Ιερεμιου ἅπαντας τοὺς λόγους τοῦ βιβλίου, οὗ κατέκαυσεν Ιωακιμ· καὶ ἔτι προσετέθησαν αὐτῷ λόγοι πλείονες ὡς οὗτοι. ( ) 37,1 Καὶ ἐβασίλευσεν Σεδεκιας υἱὸς Ιωσια ἀντὶ Ιωακιμ, ὃν ἐβασίλευσεν Ναβουχοδονοσορ βασιλεύειν τοῦ Ιουδα· ( ) 37,2 καὶ οὐκ ἤκουσεν αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ καὶ ὁ λαὸς τῆς γῆς τοὺς λόγους κυρίου, οὓς ἐλάλησεν ἐν χειρὶ Ιερεμιου. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: