Livre de Jérémie
35,13 Οὕτως λέγει κύριος Πορεύου καὶ εἰπὸν ἀνθρώπῳ Ιουδα καὶ τοῖς κατοικοῦσιν Ιερουσαλημ Οὐ μὴ λάβητε παιδείαν τοῦ ἀκούειν τοὺς λόγους μου., ( ) 35,14 ἔστησαν ῥῆμα υἱοὶ Ιωναδαβ υἱοῦ Ρηχαβ, ὃ ἐνετείλατο τοῖς τέκνοις αὐτοῦ πρὸς τὸ μὴ πιεῖν οἶνον, καὶ οὐκ ἐπίοσαν· καὶ ἐγὼ ἐλάλησα πρὸς ὑμᾶς ὄρθρου καὶ ἐλάλησα, καὶ οὐκ ἠκούσατε. ( ) 35,15 καὶ ἀπέστειλα πρὸς ὑμᾶς τοὺς παῖδάς μου τοὺς προφήτας λέγων Ἀποστράφητε ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ βελτίω ποιήσατε τὰ ἐπιτηδεύματα ὑμῶν καὶ οὐ πορεύσεσθε ὀπίσω θεῶν ἑτέρων τοῦ δουλεύειν αὐτοῖς, καὶ οἰκήσετε ἐπὶ τῆς γῆς, ἧς ἔδωκα ὑμῖν καὶ τ ( ) 35,16 καὶ ἔστησαν υἱοὶ Ιωναδαβ υἱοῦ Ρηχαβ τὴν ἐντολὴν τοῦ πατρὸς αὐτῶν, ὁ δὲ λαὸς οὗτος οὐκ ἤκουσάν μου. ( ) 35,17 διὰ τοῦτο οὕτως εἶπεν κύριος Ἰδοὺ ἐγὼ φέρω ἐπὶ Ιουδαν καὶ ἐπὶ τοὺς κατοικοῦντας Ιερουσαλημ πάντα τὰ κακά, ἃ ἐλάλησα ἐπ αὐτούς. ( )

35,18 διὰ τοῦτο οὕτως εἶπεν κύριος Ἐπειδὴ ἤκουσαν υἱοὶ Ιωναδαβ υἱοῦ Ρηχαβ τὴν ἐντολὴν τοῦ πατρὸς αὐτῶν ποιεῖν καθότι ἐνετείλατο αὐτοῖς ὁ πατὴρ αὐτῶν,


( )
35,19 οὐ μὴ ἐκλίπῃ ἀνὴρ τῶν υἱῶν Ιωναδαβ υἱοῦ Ρηχαβ παρεστηκὼς κατὰ πρόσωπόν μου πάσας τὰς ἡμέρας τῆς γῆς. ( ) 36,1 Καὶ ἐν τῷ ἐνιαυτῷ τῷ τετάρτῳ Ιωακιμ υἱοῦ Ιωσια βασιλέως Ιουδα ἐγενήθη λόγος κυρίου πρός με λέγων ( ) 36,2 Λαβὲ σεαυτῷ χαρτίον βιβλίου καὶ γράψον ἐπ αὐτοῦ πάντας τοὺς λόγους, οὓς ἐχρημάτισα πρὸς σὲ ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ Ιουδαν καὶ ἐπὶ πάντα τὰ ἔθνη ἀφ ἧς ἡμέρας λαλήσαντός μου πρός σε, ἀφ ἡμερῶν Ιωσια βασιλέως Ιουδα καὶ ἕως τῆς ἡμέρας ταύτης· ( ) 36,3 ἴσως ἀκούσεται ὁ οἶκος Ιουδα πάντα τὰ κακά, ἃ ἐγὼ λογίζομαι ποιῆσαι αὐτοῖς, ἵνα ἀποστρέψωσιν ἀπὸ ὁδοῦ αὐτῶν τῆς πονηρᾶς, καὶ ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν καὶ ταῖς ἁμαρτίαις αὐτῶν. ( ) 36,4 καὶ ἐκάλεσεν Ιερεμιας τὸν Βαρουχ υἱὸν Νηριου, καὶ ἔγραψεν ἀπὸ στόματος Ιερεμιου πάντας τοὺς λόγους κυρίου, οὓς ἐχρημάτισεν πρὸς αὐτόν, εἰς χαρτίον βιβλίου. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: