Livre de Jérémie
32,9 καὶ ἐκτησάμην τὸν ἀγρὸν Αναμεηλ υἱοῦ ἀδελφοῦ πατρός μου καὶ ἔστησα αὐτῷ ἑπτὰ σίκλους καὶ δέκα ἀργυρίου· ( ) 32,10 καὶ ἔγραψα εἰς βιβλίον καὶ ἐσφραγισάμην καὶ διεμαρτυράμην μάρτυρας καὶ ἔστησα τὸ ἀργύριον ἐν ζυγῷ. ( ) 32,11 καὶ ἔλαβον τὸ βιβλίον τῆς κτήσεως τὸ ἐσφραγισμένον καὶ τὸ ἀνεγνωσμένον ( ) 32,12 καὶ ἔδωκα αὐτὸ τῷ Βαρουχ υἱῷ Νηριου υἱοῦ Μαασαιου κατ ὀφθαλμοὺς Αναμεηλ υἱοῦ ἀδελφοῦ πατρός μου καὶ κατ ὀφθαλμοὺς τῶν ἑστηκότων καὶ γραφόντων ἐν τῷ βιβλίῳ τῆς κτήσεως καὶ κατ ὀφθαλμοὺς τῶν Ιουδαίων τῶν ἐν τῇ αὐλῇ τῆς φυλακῆς. ( ) 32,13 καὶ συνέταξα τῷ Βαρουχ κατ ὀφθαλμοὺς αὐτῶν λέγων ( )

32,14 Οὕτως εἶπεν κύριος παντοκράτωρ Λαβὲ τὸ βιβλίον τῆς κτήσεως τοῦτο καὶ τὸ βιβλίον τὸ ἀνεγνωσμένον καὶ θήσεις αὐτὸ εἰς ἀγγεῖον ὀστράκινον, ἵνα διαμείνῃ ἡμέρας πλείους.


( )
32,15 ὅτι οὕτως εἶπεν κύριος Ἔτι κτηθήσονται ἀγροὶ καὶ οἰκίαι καὶ ἀμπελῶνες ἐν τῇ γῇ ταύτῃ. ( ) 32,16 Καὶ προσευξάμην πρὸς κύριον μετὰ τὸ δοῦναί με τὸ βιβλίον τῆς κτήσεως πρὸς Βαρουχ υἱὸν Νηριου λέγων ( ) 32,17 Ὦ κύριε, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν τῇ ἰσχύι σου τῇ μεγάλῃ καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ καὶ τῷ μετεώρῳ, οὐ μὴ ἀποκρυβῇ ἀπὸ σοῦ οὐθέν, ( ) 32,18 ποιῶν ἔλεος εἰς χιλιάδας καὶ ἀποδιδοὺς ἁμαρτίας πατέρων εἰς κόλπους τέκνων αὐτῶν μετ αὐτούς, ὁ θεὸς ὁ μέγας καὶ ἰσχυρός, ( ) 32,19 κύριος μεγάλης βουλῆς καὶ δυνατὸς τοῖς ἔργοις, ὁ θεὸς ὁ μέγας ὁ παντοκράτωρ καὶ μεγαλώνυμος κύριος· οἱ ὀφθαλμοί σου εἰς τὰς ὁδοὺς τῶν υἱῶν τῶν ἀνθρώπων δοῦναι ἑκάστῳ κατὰ τὴν ὁδὸν αὐτοῦ· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: