Livre de Jérémie
29,13 καὶ ἐκζητήσατέ με, καὶ εὑρήσετέ με, ὅτι ζητήσετέ με ἐν ὅλῃ καρδίᾳ ὑμῶν, ( ) 29,14 καὶ ἐπιφανοῦμαι ὑμῖν. ( ) 29,15 ὅτι εἴπατε Κατέστησεν ἡμῖν κύριος προφήτας ἐν Βαβυλῶνι, ( ) 29,16 οὕτως εἶπεν κύριος ἐπὶ Αχιαβ καὶ ἐπὶ Σεδεκιαν Ἰδοὺ ἐγὼ δίδωμι αὐτοὺς εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ πατάξει αὐτοὺς κατ ὀφθαλμοὺς ὑμῶν. ( ) 29,22 καὶ λήμψονται ἀπ αὐτῶν κατάραν ἐν πάσῃ τῇ ἀποικίᾳ Ιουδα ἐν Βαβυλῶνι λέγοντες Ποιήσαι σε κύριος, ὡς Σεδεκιαν ἐποίησεν καὶ ὡς Αχιαβ, οὓς ἀπετηγάνισεν βασιλεὺς Βαβυλῶνος ἐν πυρὶ ( )

29,23 δι ἣν ἐποίησαν ἀνομίαν ἐν Ισραηλ καὶ ἐμοιχῶντο τὰς γυναῖκας τῶν πολιτῶν αὐτῶν καὶ λόγον ἐχρημάτισαν ἐν τῷ ὀνόματί μου, ὃν οὐ συνέταξα αὐτοῖς, καὶ ἐγὼ μάρτυς, φησὶν κύριος.


( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: