Livre de Jérémie
27,20 ὧν οὐκ ἔλαβεν βασιλεὺς Βαβυλῶνος, ὅτε ἀπῴκισεν τὸν Ιεχονιαν ἐξ Ιερουσαλημ, ( ) 27,21 εἰς Βαβυλῶνα εἰσελεύσεται, λέγει κύριος. ( ) 28,1 Καὶ ἐγένετο ἐν τῷ τετάρτῳ ἔτει Σεδεκια βασιλέως Ιουδα ἐν μηνὶ τῷ πέμπτῳ εἶπέν μοι Ανανιας υἱὸς Αζωρ ὁ ψευδοπροφήτης ὁ ἀπὸ Γαβαων ἐν οἴκῳ κυρίου κατ ὀφθαλμοὺς τῶν ἱερέων καὶ παντὸς τοῦ λαοῦ λέγων ( ) 28,2 Οὕτως εἶπεν κύριος Συνέτριψα τὸν ζυγὸν τοῦ βασιλέως Βαβυλῶνος· ( ) 28,3 ἔτι δύο ἔτη ἡμερῶν ἐγὼ ἀποστρέψω εἰς τὸν τόπον τοῦτον τὰ σκεύη οἴκου κυρίου ( )

28,4 καὶ Ιεχονιαν καὶ τὴν ἀποικίαν Ιουδα, ὅτι συντρίψω τὸν ζυγὸν βασιλέως Βαβυλῶνος.


4199 Bible des peuples sur verset 2019-01-02: Quelle chose étrange que l’attachement aux objets de la Maison de Yahvé ! Si l’on excepte l’arche, le chandelier à sept branches et les deux petites tables situées dans l’intérieur du sanctuaire, les énumérations d’Esdras 1.9-11 ne comportent guère que des chaudrons, des coupes, des vases et des couteaux, et sans doute de très nombreuses agrafes pour les vêtements des prêtres. Mais tout ce petit matériel était l’héritage du culte royal, de nombreux prêtres et serviteurs avaient lutté pour le conserver, pour qu’il échappe aux convoitises des conquérants étrangers.

( )
28,5 καὶ εἶπεν Ιερεμιας πρὸς Ανανιαν κατ ὀφθαλμοὺς παντὸς τοῦ λαοῦ καὶ κατ ὀφθαλμοὺς τῶν ἱερέων τῶν ἑστηκότων ἐν οἴκῳ κυρίου ( ) 28,6 καὶ εἶπεν Ιερεμιας Ἀληθῶς· οὕτω ποιήσαι κύριος· στήσαι τὸν λόγον σου, ὃν σὺ προφητεύεις, τοῦ ἐπιστρέψαι τὰ σκεύη οἴκου κυρίου καὶ πᾶσαν τὴν ἀποικίαν ἐκ Βαβυλῶνος εἰς τὸν τόπον τοῦτον. ( ) 28,7 πλὴν ἀκούσατε τὸν λόγον κυρίου, ὃν ἐγὼ λέγω εἰς τὰ ὦτα ὑμῶν καὶ εἰς τὰ ὦτα παντὸς τοῦ λαοῦ ( ) 28,8 Οἱ προφῆται οἱ γεγονότες πρότεροί μου καὶ πρότεροι ὑμῶν ἀπὸ τοῦ αἰῶνος καὶ ἐπροφήτευσαν ἐπὶ γῆς πολλῆς καὶ ἐπὶ βασιλείας μεγάλας εἰς πόλεμον· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: