Livre de Jérémie
27,19 ὅτι οὕτως εἶπεν κύριος Καὶ τῶν ἐπιλοίπων σκευῶν, ( ) 27,20 ὧν οὐκ ἔλαβεν βασιλεὺς Βαβυλῶνος, ὅτε ἀπῴκισεν τὸν Ιεχονιαν ἐξ Ιερουσαλημ, ( ) 27,21 εἰς Βαβυλῶνα εἰσελεύσεται, λέγει κύριος. ( ) 28,1 Καὶ ἐγένετο ἐν τῷ τετάρτῳ ἔτει Σεδεκια βασιλέως Ιουδα ἐν μηνὶ τῷ πέμπτῳ εἶπέν μοι Ανανιας υἱὸς Αζωρ ὁ ψευδοπροφήτης ὁ ἀπὸ Γαβαων ἐν οἴκῳ κυρίου κατ ὀφθαλμοὺς τῶν ἱερέων καὶ παντὸς τοῦ λαοῦ λέγων ( ) 28,2 Οὕτως εἶπεν κύριος Συνέτριψα τὸν ζυγὸν τοῦ βασιλέως Βαβυλῶνος· ( )

28,3 ἔτι δύο ἔτη ἡμερῶν ἐγὼ ἀποστρέψω εἰς τὸν τόπον τοῦτον τὰ σκεύη οἴκου κυρίου


( )
28,4 καὶ Ιεχονιαν καὶ τὴν ἀποικίαν Ιουδα, ὅτι συντρίψω τὸν ζυγὸν βασιλέως Βαβυλῶνος. ( ) 28,5 καὶ εἶπεν Ιερεμιας πρὸς Ανανιαν κατ ὀφθαλμοὺς παντὸς τοῦ λαοῦ καὶ κατ ὀφθαλμοὺς τῶν ἱερέων τῶν ἑστηκότων ἐν οἴκῳ κυρίου ( ) 28,6 καὶ εἶπεν Ιερεμιας Ἀληθῶς· οὕτω ποιήσαι κύριος· στήσαι τὸν λόγον σου, ὃν σὺ προφητεύεις, τοῦ ἐπιστρέψαι τὰ σκεύη οἴκου κυρίου καὶ πᾶσαν τὴν ἀποικίαν ἐκ Βαβυλῶνος εἰς τὸν τόπον τοῦτον. ( ) 28,7 πλὴν ἀκούσατε τὸν λόγον κυρίου, ὃν ἐγὼ λέγω εἰς τὰ ὦτα ὑμῶν καὶ εἰς τὰ ὦτα παντὸς τοῦ λαοῦ ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: