Livre de Jérémie
25,21 καὶ τὴν Ιδουμαίαν καὶ τὴν Μωαβῖτιν καὶ τοὺς υἱοὺς Αμμων ( ) 25,22 καὶ πάντας βασιλεῖς Τύρου καὶ βασιλεῖς Σιδῶνος καὶ βασιλεῖς τοὺς ἐν τῷ πέραν τῆς θαλάσσης ( ) 25,23 καὶ τὴν Δαιδαν καὶ τὴν Θαιμαν καὶ τὴν Ρως καὶ πᾶν περικεκαρμένον κατὰ πρόσωπον αὐτοῦ ( ) 25,24 καὶ πάντας τοὺς συμμίκτους τοὺς καταλύοντας ἐν τῇ ἐρήμῳ ( ) 25,25 καὶ πάντας βασιλεῖς Αιλαμ καὶ πάντας βασιλεῖς Περσῶν ( )

25,26 καὶ πάντας βασιλεῖς ἀπὸ ἀπηλιώτου τοὺς πόρρω καὶ τοὺς ἐγγύς, ἕκαστον πρὸς τὸν ἀδελφὸν αὐτοῦ, καὶ πάσας τὰς βασιλείας τὰς ἐπὶ προσώπου τῆς γῆς.


( )
25,27 καὶ ἐρεῖς αὐτοῖς Οὕτως εἶπεν κύριος παντοκράτωρ Πίετε καὶ μεθύσθητε καὶ ἐξεμέσατε καὶ πεσεῖσθε καὶ οὐ μὴ ἀναστῆτε ἀπὸ προσώπου τῆς μαχαίρας, ἧς ἐγὼ ἀποστέλλω ἀνὰ μέσον ὑμῶν. ( ) 25,28 καὶ ἔσται ὅταν μὴ βούλωνται δέξασθαι τὸ ποτήριον ἐκ τῆς χειρός σου ὥστε πιεῖν, καὶ ἐρεῖς Οὕτως εἶπεν κύριος Πιόντες πίεσθε· ( ) 25,29 ὅτι ἐν πόλει, ἐν ᾗ ὠνομάσθη τὸ ὄνομά μου ἐπ αὐτήν, ἐγὼ ἄρχομαι κακῶσαι, καὶ ὑμεῖς καθάρσει οὐ μὴ καθαρισθῆτε, ὅτι μάχαιραν ἐγὼ καλῶ ἐπὶ τοὺς καθημένους ἐπὶ τῆς γῆς. ( ) 25,30 καὶ σὺ προφητεύσεις ἐπ αὐτοὺς τοὺς λόγους τούτους καὶ ἐρεῖς Κύριος ἀφ ὑψηλοῦ χρηματιεῖ, ἀπὸ τοῦ ἁγίου αὐτοῦ δώσει φωνὴν αὐτοῦ· λόγον χρηματιεῖ ἐπὶ τοῦ τόπου αὐτοῦ, καὶ αιδαδ ὥσπερ τρυγῶντες ἀποκριθήσονται· καὶ ἐπὶ τοὺς καθημένους ἐπὶ τὴν γῆν ( ) 25,31 ἥκει ὄλεθρος ἐπὶ μέρος τῆς γῆς, ὅτι κρίσις τῷ κυρίῳ ἐν τοῖς ἔθνεσιν, κρίνεται αὐτὸς πρὸς πᾶσαν σάρκα, οἱ δὲ ἀσεβεῖς ἐδόθησαν εἰς μάχαιραν, λέγει κύριος. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: