Livre de Jérémie
20,14 ἐπικατάρατος ἡ ἡμέρα, ἐν ᾗ ἐτέχθην ἐν αὐτῇ· ἡ ἡμέρα, ἐν ᾗ ἔτεκέν με ἡ μήτηρ μου, μὴ ἔστω ἐπευκτή. ( ) 20,15 ἐπικατάρατος ὁ ἄνθρωπος ὁ εὐαγγελισάμενος τῷ πατρί μου λέγων Ἐτέχθη σοι ἄρσεν, εὐφραινόμενος. ( ) 20,16 ἔστω ὁ ἄνθρωπος ἐκεῖνος ὡς αἱ πόλεις, ἃς κατέστρεψεν κύριος ἐν θυμῷ καὶ οὐ μετεμελήθη, ἀκουσάτω κραυγῆς τὸ πρωὶ καὶ ἀλαλαγμοῦ μεσημβρίας, ( ) 20,17 ὅτι οὐκ ἀπέκτεινέν με ἐν μήτρᾳ μητρὸς καὶ ἐγένετό μοι ἡ μήτηρ μου τάφος μου καὶ ἡ μήτρα συλλήμψεως αἰωνίας. ( ) 20,18 ἵνα τί τοῦτο ἐξῆλθον ἐκ μήτρας τοῦ βλέπειν κόπους καὶ πόνους, καὶ διετέλεσαν ἐν αἰσχύνῃ αἱ ἡμέραι μου., ( )

21,1 Ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν, ὅτε ἀπέστειλεν πρὸς αὐτὸν ὁ βασιλεὺς Σεδεκιας τὸν Πασχωρ υἱὸν Μελχιου καὶ Σοφονιαν υἱὸν Μαασαιου τὸν ἱερέα λέγων


20279 Bible des Peuples sur titre chapitre 2023-11-11: Réponse aux envoyés de Sédécias

20278 Bible des Peuples sur titre livre 2023-11-11: PROPHÉTIES CONTRE ROIS ET PROPHÈTES

( )
21,2 Ἐπερώτησον περὶ ἡμῶν τὸν κύριον, ὅτι βασιλεὺς Βαβυλῶνος ἐφέστηκεν ἐφ ἡμᾶς, εἰ ποιήσει κύριος κατὰ πάντα τὰ θαυμάσια αὐτοῦ, καὶ ἀπελεύσεται ἀφ ἡμῶν. ( ) 21,3 καὶ εἶπεν πρὸς αὐτοὺς Ιερεμιας Οὕτως ἐρεῖτε πρὸς Σεδεκιαν βασιλέα Ιουδα ( ) 21,4 Τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ μεταστρέφω τὰ ὅπλα τὰ πολεμικά, ἐν οἷς ὑμεῖς πολεμεῖτε ἐν αὐτοῖς πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς ἔξωθεν τοῦ τείχους, εἰς τὸ μέσον τῆς πόλεως ταύτης ( ) 21,5 καὶ πολεμήσω ἐγὼ ὑμᾶς ἐν χειρὶ ἐκτεταμένῃ καὶ ἐν βραχίονι κραταιῷ μετὰ θυμοῦ καὶ ὀργῆς καὶ παροργισμοῦ μεγάλου ( ) 21,6 καὶ πατάξω πάντας τοὺς κατοικοῦντας ἐν τῇ πόλει ταύτῃ, τοὺς ἀνθρώπους καὶ τὰ κτήνη, ἐν θανάτῳ μεγάλῳ, καὶ ἀποθανοῦνται. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: