Livre de Jérémie
20,13 ᾄσατε τῷ κυρίῳ, αἰνέσατε αὐτῷ, ὅτι ἐξείλατο ψυχὴν πένητος ἐκ χειρὸς πονηρευομένων. ( ) 20,14 ἐπικατάρατος ἡ ἡμέρα, ἐν ᾗ ἐτέχθην ἐν αὐτῇ· ἡ ἡμέρα, ἐν ᾗ ἔτεκέν με ἡ μήτηρ μου, μὴ ἔστω ἐπευκτή. ( ) 20,15 ἐπικατάρατος ὁ ἄνθρωπος ὁ εὐαγγελισάμενος τῷ πατρί μου λέγων Ἐτέχθη σοι ἄρσεν, εὐφραινόμενος. ( ) 20,16 ἔστω ὁ ἄνθρωπος ἐκεῖνος ὡς αἱ πόλεις, ἃς κατέστρεψεν κύριος ἐν θυμῷ καὶ οὐ μετεμελήθη, ἀκουσάτω κραυγῆς τὸ πρωὶ καὶ ἀλαλαγμοῦ μεσημβρίας, ( ) 20,17 ὅτι οὐκ ἀπέκτεινέν με ἐν μήτρᾳ μητρὸς καὶ ἐγένετό μοι ἡ μήτηρ μου τάφος μου καὶ ἡ μήτρα συλλήμψεως αἰωνίας. ( )

20,18 ἵνα τί τοῦτο ἐξῆλθον ἐκ μήτρας τοῦ βλέπειν κόπους καὶ πόνους, καὶ διετέλεσαν ἐν αἰσχύνῃ αἱ ἡμέραι μου.,


4186 Bible des peuples sur verset 2019-01-02: Il est probable que le premier livre des prophéties de Jérémie, celui écrit par Baruch et mentionné en 36.4 et 32 passait directement de ce verset au chapitre 25.1-13 qui en était la conclusion. Ceux qui plus tard, ont augmenté son recueil ont inséré ici les documents qui occupent les chapitres 21—24 et qui traitent de thèmes assez semblables à ceux qu’on a déjà rencontrés. Ce faisant, ils ne se sont pas préoccupés de l’ordre chronologique des discours et des faits.

( )
21,1 Ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν, ὅτε ἀπέστειλεν πρὸς αὐτὸν ὁ βασιλεὺς Σεδεκιας τὸν Πασχωρ υἱὸν Μελχιου καὶ Σοφονιαν υἱὸν Μαασαιου τὸν ἱερέα λέγων ( ) 21,2 Ἐπερώτησον περὶ ἡμῶν τὸν κύριον, ὅτι βασιλεὺς Βαβυλῶνος ἐφέστηκεν ἐφ ἡμᾶς, εἰ ποιήσει κύριος κατὰ πάντα τὰ θαυμάσια αὐτοῦ, καὶ ἀπελεύσεται ἀφ ἡμῶν. ( ) 21,3 καὶ εἶπεν πρὸς αὐτοὺς Ιερεμιας Οὕτως ἐρεῖτε πρὸς Σεδεκιαν βασιλέα Ιουδα ( ) 21,4 Τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ μεταστρέφω τὰ ὅπλα τὰ πολεμικά, ἐν οἷς ὑμεῖς πολεμεῖτε ἐν αὐτοῖς πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς ἔξωθεν τοῦ τείχους, εἰς τὸ μέσον τῆς πόλεως ταύτης ( ) 21,5 καὶ πολεμήσω ἐγὼ ὑμᾶς ἐν χειρὶ ἐκτεταμένῃ καὶ ἐν βραχίονι κραταιῷ μετὰ θυμοῦ καὶ ὀργῆς καὶ παροργισμοῦ μεγάλου ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: