Livre de Jérémie
19,9 καὶ ἔδονται τὰς σάρκας τῶν υἱῶν αὐτῶν καὶ τὰς σάρκας τῶν θυγατέρων αὐτῶν, καὶ ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ ἔδονται ἐν τῇ περιοχῇ καὶ ἐν τῇ πολιορκίᾳ, ᾗ πολιορκήσουσιν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν. ( ) 19,10 καὶ συντρίψεις τὸν βῖκον κατ ὀφθαλμοὺς τῶν ἀνδρῶν τῶν ἐκπορευομένων μετὰ σοῦ ( ) 19,11 καὶ ἐρεῖς Τάδε λέγει κύριος Οὕτως συντρίψω τὸν λαὸν τοῦτον καὶ τὴν πόλιν ταύτην, καθὼς συντρίβεται ἄγγος ὀστράκινον, ὃ οὐ δυνήσεται ἰαθῆναι ἔτι. ( ) 19,12 οὕτως ποιήσω, λέγει κύριος, τῷ τόπῳ τούτῳ καὶ τοῖς κατοικοῦσιν ἐν αὐτῷ τοῦ δοθῆναι τὴν πόλιν ταύτην ὡς τὴν διαπίπτουσαν. ( ) 19,13 καὶ οἱ οἶκοι Ιερουσαλημ καὶ οἱ οἶκοι βασιλέων Ιουδα ἔσονται καθὼς ὁ τόπος ὁ διαπίπτων τῶν ἀκαθαρσιῶν ἐν πάσαις ταῖς οἰκίαις, ἐν αἷς ἐθυμίασαν ἐπὶ τῶν δωμάτων αὐτῶν πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ καὶ ἔσπεισαν σπονδὰς θεοῖς ἀλλοτρίοις. ( )

19,14 καὶ ἦλθεν Ιερεμιας ἀπὸ τῆς διαπτώσεως, οὗ ἀπέστειλεν αὐτὸν κύριος ἐκεῖ τοῦ προφητεῦσαι, καὶ ἔστη ἐν τῇ αὐλῇ οἴκου κυρίου καὶ εἶπε πρὸς πάντα τὸν λαόν


20276 Bible des Peuples sur titre chapitre 2023-11-11: Altercation dans le Temple

4183 Bible des peuples sur verset 2019-01-02: Jérémie prophétise seul. Apparemment, il n’a ni disciples, ni groupes religieux qui l’aident. Certains se lassent de l’entendre toujours menacer. Les chefs et les prêtres se fâchent contre cet individu qui condamne une société faite par eux ou acceptée par eux.

( )
19,15 Τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὴν πόλιν ταύτην καὶ ἐπὶ πάσας τὰς πόλεις αὐτῆς καὶ ἐπὶ τὰς κώμας αὐτῆς ἅπαντα τὰ κακά, ἃ ἐλάλησα ἐπ αὐτήν, ὅτι ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν τοῦ μὴ εἰσακούειν τῶν λόγων μου. ( ) 20,1 Καὶ ἤκουσεν Πασχωρ υἱὸς Εμμηρ ὁ ἱερεύς, καὶ οὗτος ἦν καθεσταμένος ἡγούμενος οἴκου κυρίου, τοῦ Ιερεμιου προφητεύοντος τοὺς λόγους τούτους. ( ) 20,2 καὶ ἐπάταξεν αὐτὸν καὶ ἐνέβαλεν αὐτὸν εἰς τὸν καταρράκτην, ὃς ἦν ἐν πύλῃ οἴκου ἀποτεταγμένου τοῦ ὑπερῴου, ὃς ἦν ἐν οἴκῳ κυρίου. ( ) 20,3 καὶ ἐξήγαγεν Πασχωρ τὸν Ιερεμιαν ἐκ τοῦ καταρράκτου, καὶ εἶπεν αὐτῷ Ιερεμιας Οὐχὶ Πασχωρ ἐκάλεσεν κύριος τὸ ὄνομά σου, ἀλλ ἢ Μέτοικον· ( ) 20,4 διότι τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ δίδωμί σε εἰς μετοικίαν σὺν πᾶσι τοῖς φίλοις σου, καὶ πεσοῦνται ἐν μαχαίρᾳ ἐχθρῶν αὐτῶν, καὶ οἱ ὀφθαλμοί σου ὄψονται, καὶ σὲ καὶ πάντα Ιουδαν δώσω εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ μετοικιοῦσιν αὐτοὺς καὶ κατακόψουσιν αὐτ ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: