Livre de Jérémie
19,1 Τότε εἶπεν κύριος πρός με Βάδισον καὶ κτῆσαι βῖκον πεπλασμένον ὀστράκινον καὶ ἄξεις ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ ἀπὸ τῶν πρεσβυτέρων τῶν ἱερέων ( ) 19,2 καὶ ἐξελεύσῃ εἰς τὸ πολυάνδριον υἱῶν τῶν τέκνων αὐτῶν, ὅ ἐστιν ἐπὶ τῶν προθύρων πύλης τῆς χαρσιθ, καὶ ἀνάγνωθι ἐκεῖ πάντας τοὺς λόγους, οὓς ἂν λαλήσω πρὸς σέ, ( ) 19,3 καὶ ἐρεῖς αὐτοῖς Ἀκούσατε τὸν λόγον κυρίου, βασιλεῖς Ιουδα καὶ ἄνδρες Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ καὶ οἱ εἰσπορευόμενοι ἐν ταῖς πύλαις ταύταις Τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον κακὰ ὥστε παντὸς ἀκούοντος αὐτὰ ἠχή ( ) 19,4 ἀνθ ὧν ἐγκατέλιπόν με καὶ ἀπηλλοτρίωσαν τὸν τόπον τοῦτον καὶ ἐθυμίασαν ἐν αὐτῷ θεοῖς ἀλλοτρίοις, οἷς οὐκ ᾔδεισαν αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν, καὶ οἱ βασιλεῖς Ιουδα ἔπλησαν τὸν τόπον τοῦτον αἱμάτων ἀθῴων ( ) 19,5 καὶ ᾠκοδόμησαν ὑψηλὰ τῇ Βααλ τοῦ κατακαίειν τοὺς υἱοὺς αὐτῶν ἐν πυρί, ἃ οὐκ ἐνετειλάμην οὐδὲ ἐλάλησα οὐδὲ διενοήθην ἐν τῇ καρδίᾳ μου. ( )

19,6 διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ οὐ κληθήσεται τῷ τόπῳ τούτῳ ἔτι Διάπτωσις καὶ Πολυάνδριον υἱοῦ Εννομ, ἀλλ ἢ Πολυάνδριον τῆς σφαγῆς.


4181 Bible des peuples sur verset 2019-01-02: Le Tophet est un autre nom pour le ravin au sud de Jérusalem. Les poubelles devaient y atterrir, on y enterrait les cadavres et il y avait un autel où l’on sacrifiait les enfants par le feu selon la coutume cananéenne.

( )
19,7 καὶ σφάξω τὴν βουλὴν Ιουδα καὶ τὴν βουλὴν Ιερουσαλημ ἐν τῷ τόπῳ τούτῳ καὶ καταβαλῶ αὐτοὺς ἐν μαχαίρᾳ ἐναντίον τῶν ἐχθρῶν αὐτῶν καὶ ἐν χερσὶν τῶν ζητούντων τὰς ψυχὰς αὐτῶν καὶ δώσω τοὺς νεκροὺς αὐτῶν εἰς βρῶσιν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τ ( ) 19,8 καὶ τάξω τὴν πόλιν ταύτην εἰς ἀφανισμὸν καὶ εἰς συριγμόν· πᾶς ὁ παραπορευόμενος ἐπ αὐτῆς σκυθρωπάσει καὶ συριεῖ ὑπὲρ πάσης τῆς πληγῆς αὐτῆς. ( ) 19,9 καὶ ἔδονται τὰς σάρκας τῶν υἱῶν αὐτῶν καὶ τὰς σάρκας τῶν θυγατέρων αὐτῶν, καὶ ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ ἔδονται ἐν τῇ περιοχῇ καὶ ἐν τῇ πολιορκίᾳ, ᾗ πολιορκήσουσιν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν. ( ) 19,10 καὶ συντρίψεις τὸν βῖκον κατ ὀφθαλμοὺς τῶν ἀνδρῶν τῶν ἐκπορευομένων μετὰ σοῦ ( ) 19,11 καὶ ἐρεῖς Τάδε λέγει κύριος Οὕτως συντρίψω τὸν λαὸν τοῦτον καὶ τὴν πόλιν ταύτην, καθὼς συντρίβεται ἄγγος ὀστράκινον, ὃ οὐ δυνήσεται ἰαθῆναι ἔτι. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: