Livre de Jérémie
17,14 ἴασαί με, κύριε, καὶ ἰαθήσομαι· σῶσόν με, καὶ σωθήσομαι· ὅτι καύχημά μου σὺ εἶ. ( ) 17,15 ἰδοὺ αὐτοὶ λέγουσι πρός με Ποῦ ἐστιν ὁ λόγος κυρίου., ἐλθάτω. ( ) 17,16 ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθῶν ὀπίσω σου καὶ ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα, σὺ ἐπίστῃ· τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου πρὸ προσώπου σού ἐστιν. ( ) 17,17 μὴ γενηθῇς μοι εἰς ἀλλοτρίωσιν φειδόμενός μου ἐν ἡμέρᾳ πονηρᾷ. ( ) 17,18 καταισχυνθήτωσαν οἱ διώκοντές με, καὶ μὴ καταισχυνθείην ἐγώ· πτοηθείησαν αὐτοί, καὶ μὴ πτοηθείην ἐγώ· ἐπάγαγε ἐπ αὐτοὺς ἡμέραν πονηράν, δισσὸν σύντριμμα σύντριψον αὐτούς. ( )

17,19 Τάδε λέγει κύριος Βάδισον καὶ στῆθι ἐν πύλαις υἱῶν λαοῦ σου, ἐν αἷς εἰσπορεύονται ἐν αὐταῖς βασιλεῖς Ιουδα καὶ ἐν αἷς ἐκπορεύονται ἐν αὐταῖς, καὶ ἐν πάσαις ταῖς πύλαις Ιερουσαλημ


20271 Bible des Peuples sur titre chapitre 2023-11-11: Observez le sabbat

4178 Bible des peuples sur verset 2019-01-02: Ne transportez pas de fardeaux le jour du sabbat. Jérémie a dénoncé les pratiques religieuses qui ne sont pas accompagnées d’une vie honnête, ce qui ne veut pas dire qu’il méprise les marques extérieures de respect à Dieu La Loi du repos (tel est le sens du mot hébreu sabbat) est un moyen pour que les hommes fassent une place à Dieu dans leur vie. Ne pas travailler le jour du sabbat est une façon de dire que nous ne serons pas plus heureux en devenant esclaves du travail, mais en donnant quelque chose à Dieu qui le rend au centuple (Genèse 2.3 ; Exode 20.8 ; Lévitique 25.20).

( )
17,20 καὶ ἐρεῖς πρὸς αὐτούς Ἀκούσατε λόγον κυρίου, βασιλεῖς Ιουδα καὶ πᾶσα Ιουδαία καὶ πᾶσα Ιερουσαλημ οἱ εἰσπορευόμενοι ἐν ταῖς πύλαις ταύταις, ( ) 17,21 τάδε λέγει κύριος Φυλάσσεσθε τὰς ψυχὰς ὑμῶν καὶ μὴ αἴρετε βαστάγματα ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ μὴ ἐκπορεύεσθε ταῖς πύλαις Ιερουσαλημ ( ) 17,22 καὶ μὴ ἐκφέρετε βαστάγματα ἐξ οἰκιῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ πᾶν ἔργον οὐ ποιήσετε· ἁγιάσατε τὴν ἡμέραν τῶν σαββάτων, καθὼς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν. καὶ οὐκ ἤκουσαν καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν ( ) 17,23 καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν ὑπὲρ τοὺς πατέρας αὐτῶν τοῦ μὴ ἀκοῦσαί μου καὶ τοῦ μὴ δέξασθαι παιδείαν. ( ) 17,24 καὶ ἔσται ἐὰν ἀκοῇ ἀκούσητέ μου, λέγει κύριος, τοῦ μὴ εἰσφέρειν βαστάγματα διὰ τῶν πυλῶν τῆς πόλεως ταύτης ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ ἁγιάζειν τὴν ἡμέραν τῶν σαββάτων τοῦ μὴ ποιεῖν πᾶν ἔργον, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: