Livre de Jérémie
17,5 Ἐπικατάρατος ὁ ἄνθρωπος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ ἄνθρωπον καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ ἐπ αὐτόν, καὶ ἀπὸ κυρίου ἀποστῇ ἡ καρδία αὐτοῦ· ( ) 17,6 καὶ ἔσται ὡς ἡ ἀγριομυρίκη ἡ ἐν τῇ ἐρήμῳ, οὐκ ὄψεται ὅταν ἔλθῃ τὰ ἀγαθά, καὶ κατασκηνώσει ἐν ἁλίμοις καὶ ἐν ἐρήμῳ, ἐν γῇ ἁλμυρᾷ ἥτις οὐ κατοικεῖται. ( ) 17,7 καὶ εὐλογημένος ὁ ἄνθρωπος, ὃς πέποιθεν ἐπὶ τῷ κυρίῳ, καὶ ἔσται κύριος ἐλπὶς αὐτοῦ· ( ) 17,8 καὶ ἔσται ὡς ξύλον εὐθηνοῦν παρ ὕδατα καὶ ἐπὶ ἰκμάδα βαλεῖ ῥίζας αὐτοῦ καὶ οὐ φοβηθήσεται ὅταν ἔλθῃ καῦμα, καὶ ἔσται ἐπ αὐτῷ στελέχη ἀλσώδη, ἐν ἐνιαυτῷ ἀβροχίας οὐ φοβηθήσεται καὶ οὐ διαλείψει ποιῶν καρπόν. ( ) 17,9 βαθεῖα ἡ καρδία παρὰ πάντα, καὶ ἄνθρωπός ἐστιν· καὶ τίς γνώσεται αὐτόν., ( )

17,10 ἐγὼ κύριος ἐτάζων καρδίας καὶ δοκιμάζων νεφροὺς τοῦ δοῦναι ἑκάστῳ κατὰ τὰς ὁδοὺς αὐτοῦ καὶ κατὰ τοὺς καρποὺς τῶν ἐπιτηδευμάτων αὐτοῦ.


( )
17,11 ἐφώνησεν πέρδιξ, συνήγαγεν ἃ οὐκ ἔτεκεν· ποιῶν πλοῦτον αὐτοῦ οὐ μετὰ κρίσεως, ἐν ἡμίσει ἡμερῶν αὐτοῦ ἐγκαταλείψουσιν αὐτόν, καὶ ἐπ ἐσχάτων αὐτοῦ ἔσται ἄφρων. ( ) 17,12 Θρόνος δόξης ὑψωμένος ἁγίασμα ἡμῶν ( )



trouve dans 1 passage(s): Les dix commandements,
trouve dans 1 liturgie(s): Dimanche-6-temps ordinaire annee C,
trouve dans 0 document(s) de référence: