Livre de Jérémie
16,20 εἰ ποιήσει ἑαυτῷ ἄνθρωπος θεούς., καὶ οὗτοι οὔκ εἰσιν θεοί. ( ) 16,21 διὰ τοῦτο ἰδοὺ ἐγὼ δηλώσω αὐτοῖς ἐν τῷ καιρῷ τούτῳ τὴν χεῖρά μου καὶ γνωριῶ αὐτοῖς τὴν δύναμίν μου, καὶ γνώσονται ὅτι ὄνομά μοι κύριος. ( ) 17,5 Ἐπικατάρατος ὁ ἄνθρωπος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ ἄνθρωπον καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ ἐπ αὐτόν, καὶ ἀπὸ κυρίου ἀποστῇ ἡ καρδία αὐτοῦ· ( ) 17,6 καὶ ἔσται ὡς ἡ ἀγριομυρίκη ἡ ἐν τῇ ἐρήμῳ, οὐκ ὄψεται ὅταν ἔλθῃ τὰ ἀγαθά, καὶ κατασκηνώσει ἐν ἁλίμοις καὶ ἐν ἐρήμῳ, ἐν γῇ ἁλμυρᾷ ἥτις οὐ κατοικεῖται. ( ) 17,7 καὶ εὐλογημένος ὁ ἄνθρωπος, ὃς πέποιθεν ἐπὶ τῷ κυρίῳ, καὶ ἔσται κύριος ἐλπὶς αὐτοῦ· ( )

17,8 καὶ ἔσται ὡς ξύλον εὐθηνοῦν παρ ὕδατα καὶ ἐπὶ ἰκμάδα βαλεῖ ῥίζας αὐτοῦ καὶ οὐ φοβηθήσεται ὅταν ἔλθῃ καῦμα, καὶ ἔσται ἐπ αὐτῷ στελέχη ἀλσώδη, ἐν ἐνιαυτῷ ἀβροχίας οὐ φοβηθήσεται καὶ οὐ διαλείψει ποιῶν καρπόν.


( )
17,9 βαθεῖα ἡ καρδία παρὰ πάντα, καὶ ἄνθρωπός ἐστιν· καὶ τίς γνώσεται αὐτόν., ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: