Livre de Jérémie
16,4 Ἐν θανάτῳ νοσερῷ ἀποθανοῦνται, οὐ κοπήσονται καὶ οὐ ταφήσονται· εἰς παράδειγμα ἐπὶ προσώπου τῆς γῆς ἔσονται καὶ τοῖς θηρίοις τῆς γῆς καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ· ἐν μαχαίρᾳ πεσοῦνται καὶ ἐν λιμῷ συντελεσθήσονται. ( ) 16,5 τάδε λέγει κύριος Μὴ εἰσέλθῃς εἰς θίασον αὐτῶν καὶ μὴ πορευθῇς τοῦ κόψασθαι καὶ μὴ πενθήσῃς αὐτούς, ὅτι ἀφέστακα τὴν εἰρήνην μου ἀπὸ τοῦ λαοῦ τούτου. ( ) 16,6 οὐ μὴ κόψωνται αὐτοὺς οὐδὲ ἐντομίδας οὐ μὴ ποιήσωσιν καὶ οὐ ξυρήσονται, ( ) 16,7 καὶ οὐ μὴ κλασθῇ ἄρτος ἐν πένθει αὐτῶν εἰς παράκλησιν ἐπὶ τεθνηκότι, οὐ ποτιοῦσιν αὐτὸν ποτήριον εἰς παράκλησιν ἐπὶ πατρὶ καὶ μητρὶ αὐτοῦ. ( ) 16,8 εἰς οἰκίαν πότου οὐκ εἰσελεύσῃ συγκαθίσαι μετ αὐτῶν τοῦ φαγεῖν καὶ πιεῖν. ( )

16,9 διότι τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ Ἰδοὺ ἐγὼ καταλύω ἐκ τοῦ τόπου τούτου ἐνώπιον τῶν ὀφθαλμῶν ὑμῶν καὶ ἐν ταῖς ἡμέραις ὑμῶν φωνὴν χαρᾶς καὶ φωνὴν εὐφροσύνης, φωνὴν νυμφίου καὶ φωνὴν νύμφης.


( )
16,10 καὶ ἔσται ὅταν ἀναγγείλῃς τῷ λαῷ τούτῳ ἅπαντα τὰ ῥήματα ταῦτα καὶ εἴπωσιν πρὸς σέ Διὰ τί ἐλάλησεν κύριος ἐφ ἡμᾶς πάντα τὰ κακὰ ταῦτα., τίς ἡ ἀδικία ἡμῶν., καὶ τίς ἡ ἁμαρτία ἡμῶν, ἣν ἡμάρτομεν ἔναντι κυρίου τοῦ θεοῦ ἡμῶν., ( ) 16,11 καὶ ἐρεῖς αὐτοῖς Ἀνθ ὧν ἐγκατέλιπόν με οἱ πατέρες ὑμῶν, λέγει κύριος, καὶ ᾤχοντο ὀπίσω θεῶν ἀλλοτρίων καὶ ἐδούλευσαν αὐτοῖς καὶ προσεκύνησαν αὐτοῖς καὶ ἐμὲ ἐγκατέλιπον καὶ τὸν νόμον μου οὐκ ἐφυλάξαντο, ( ) 16,12 καὶ ὑμεῖς ἐπονηρεύσασθε ὑπὲρ τοὺς πατέρας ὑμῶν καὶ ἰδοὺ ὑμεῖς πορεύεσθε ἕκαστος ὀπίσω τῶν ἀρεστῶν τῆς καρδίας ὑμῶν τῆς πονηρᾶς τοῦ μὴ ὑπακούειν μου, ( ) 16,13 καὶ ἀπορρίψω ὑμᾶς ἀπὸ τῆς γῆς ταύτης εἰς τὴν γῆν, ἣν οὐκ ᾔδειτε ὑμεῖς καὶ οἱ πατέρες ὑμῶν, καὶ δουλεύσετε ἐκεῖ θεοῖς ἑτέροις, οἳ οὐ δώσουσιν ὑμῖν ἔλεος. ( 2R 17,15 , ) 16,14 Διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ οὐκ ἐροῦσιν ἔτι Ζῇ κύριος ὁ ἀναγαγὼν τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: