Livre de Jérémie
15,10 Οἴμμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες., ἄνδρα δικαζόμενον καὶ διακρινόμενον πάσῃ τῇ γῇ· οὔτε ὠφέλησα, οὔτε ὠφέλησέν με οὐδείς· ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με. ( ) 15,11 γένοιτο, δέσποτα, κατευθυνόντων αὐτῶν, εἰ μὴ παρέστην σοι ἐν καιρῷ τῶν κακῶν αὐτῶν καὶ ἐν καιρῷ θλίψεως αὐτῶν εἰς ἀγαθὰ πρὸς τὸν ἐχθρόν. ( ) 15,12 εἰ γνωσθήσεται σίδηρος., καὶ περιβόλαιον χαλκοῦν ( ) 15,13 ἡ ἰσχύς σου. καὶ τοὺς θησαυρούς σου εἰς προνομὴν δώσω ἀντάλλαγμα διὰ πάσας τὰς ἁμαρτίας σου καὶ ἐν πᾶσι τοῖς ὁρίοις σου. ( ) 15,14 καὶ καταδουλώσω σε κύκλῳ τοῖς ἐχθροῖς σου ἐν τῇ γῇ, ᾗ οὐκ ᾔδεις· ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου, ἐφ ὑμᾶς καυθήσεται. ( )

15,15 Κύριε, μνήσθητί μου καὶ ἐπίσκεψαί με καὶ ἀθῴωσόν με ἀπὸ τῶν καταδιωκόντων με, μὴ εἰς μακροθυμίαν· γνῶθι ὡς ἔλαβον περὶ σοῦ ὀνειδισμὸν


20266 Bible des Peuples sur titre chapitre 2023-11-11: Pourquoi m'as-tu abandonné ?

4173 Bible des peuples sur verset 2019-01-02: Aujourd’hui certains se scandalisent de telles prières. Et cependant l’absence de cet appel à la justice de Dieu montrerait que Jérémie ne croit pas au triomphe du bien et au Dieu parfaitement juste. “Vous ne sortirez pas de là avant que vous n’ayez payé jusqu’au dernier centime.” Et comme le dit ce livre, les contemporains de Jérémie ont très largement payé leur irresponsabilité, les princes et les prêtres les premiers.

( )
15,16 ὑπὸ τῶν ἀθετούντων τοὺς λόγους σου· συντέλεσον αὐτούς, καὶ ἔσται ὁ λόγος σου ἐμοὶ εἰς εὐφροσύνην καὶ χαρὰν καρδίας μου, ὅτι ἐπικέκληται τὸ ὄνομά σου ἐπ ἐμοί, κύριε παντοκράτωρ. ( ) 15,17 οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων, ἀλλὰ εὐλαβούμην ἀπὸ προσώπου χειρός σου· κατὰ μόνας ἐκαθήμην, ὅτι πικρίας ἐνεπλήσθην. ( ) 15,18 ἵνα τί οἱ λυποῦντές με κατισχύουσίν μου., ἡ πληγή μου στερεά, πόθεν ἰαθήσομαι., γινομένη ἐγενήθη μοι ὡς ὕδωρ ψευδὲς οὐκ ἔχον πίστιν. ( ) 15,19 διὰ τοῦτο τάδε λέγει κύριος Ἐὰν ἐπιστρέψῃς, καὶ ἀποκαταστήσω σε, καὶ πρὸ προσώπου μου στήσῃ· καὶ ἐὰν ἐξαγάγῃς τίμιον ἀπὸ ἀναξίου, ὡς στόμα μου ἔσῃ· καὶ ἀναστρέψουσιν αὐτοὶ πρὸς σέ, καὶ σὺ οὐκ ἀναστρέψεις πρὸς αὐτούς. ( ) 15,20 καὶ δώσω σε τῷ λαῷ τούτῳ ὡς τεῖχος ὀχυρὸν χαλκοῦν, καὶ πολεμήσουσιν πρὸς σὲ καὶ οὐ μὴ δύνωνται πρὸς σέ, διότι μετὰ σοῦ εἰμι τοῦ σῴζειν σε ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: