Livre de Jérémie
15,5 τίς φείσεται ἐπὶ σοί, Ιερουσαλημ., καὶ τίς δειλιάσει ἐπὶ σοί., ἢ τίς ἀνακάμψει εἰς εἰρήνην σοι., ( ) 15,6 σὺ ἀπεστράφης με, λέγει κύριος, ὀπίσω πορεύσῃ, καὶ ἐκτενῶ τὴν χεῖρά μου καὶ διαφθερῶ σε, καὶ οὐκέτι ἀνήσω αὐτούς. ( ) 15,7 καὶ διασπερῶ αὐτοὺς ἐν διασπορᾷ· ἐν πύλαις λαοῦ μου ἠτεκνώθησαν, ἀπώλεσαν τὸν λαόν μου διὰ τὰς κακίας αὐτῶν. ( ) 15,8 ἐπληθύνθησαν χῆραι αὐτῶν ὑπὲρ τὴν ἄμμον τῆς θαλάσσης· ἐπήγαγον ἐπὶ μητέρα νεανίσκου ταλαιπωρίαν ἐν μεσημβρίᾳ, ἐπέρριψα ἐπ αὐτὴν ἐξαίφνης τρόμον καὶ σπουδήν. ( ) 15,9 ἐκενώθη ἡ τίκτουσα ἑπτά, ἀπεκάκησεν ἡ ψυχὴ αὐτῆς, ἐπέδυ ὁ ἥλιος αὐτῇ ἔτι μεσούσης τῆς ἡμέρας, κατῃσχύνθη καὶ ὠνειδίσθη· τοὺς καταλοίπους αὐτῶν εἰς μάχαιραν δώσω ἐναντίον τῶν ἐχθρῶν αὐτῶν. ( )

15,10 Οἴμμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες., ἄνδρα δικαζόμενον καὶ διακρινόμενον πάσῃ τῇ γῇ· οὔτε ὠφέλησα, οὔτε ὠφέλησέν με οὐδείς· ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με.


4169 Bible des peuples sur verset 2019-01-02: Un texte impressionnant dans lequel Jérémie révèle une crise personnelle. Il n’est pas facile d’être prophète, Lorsque Dieu envoie aux siens sa Parole, elle n’est pas accueillie (Jean 1.11). Celui qui lutte pour la vérité est entouré de personnes qui lui souhaitent du mal et essaient de le renverser ; on le comprend rarement même chez lui. À partir du moment où Dieu lui communique sa manière de voir et de sentir, il ne peut plus partager les joies faciles et les conversations superficielles qui remplissent tant de vies.

( )
15,11 γένοιτο, δέσποτα, κατευθυνόντων αὐτῶν, εἰ μὴ παρέστην σοι ἐν καιρῷ τῶν κακῶν αὐτῶν καὶ ἐν καιρῷ θλίψεως αὐτῶν εἰς ἀγαθὰ πρὸς τὸν ἐχθρόν. ( ) 15,12 εἰ γνωσθήσεται σίδηρος., καὶ περιβόλαιον χαλκοῦν ( ) 15,13 ἡ ἰσχύς σου. καὶ τοὺς θησαυρούς σου εἰς προνομὴν δώσω ἀντάλλαγμα διὰ πάσας τὰς ἁμαρτίας σου καὶ ἐν πᾶσι τοῖς ὁρίοις σου. ( ) 15,14 καὶ καταδουλώσω σε κύκλῳ τοῖς ἐχθροῖς σου ἐν τῇ γῇ, ᾗ οὐκ ᾔδεις· ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου, ἐφ ὑμᾶς καυθήσεται. ( ) 15,15 Κύριε, μνήσθητί μου καὶ ἐπίσκεψαί με καὶ ἀθῴωσόν με ἀπὸ τῶν καταδιωκόντων με, μὴ εἰς μακροθυμίαν· γνῶθι ὡς ἔλαβον περὶ σοῦ ὀνειδισμὸν ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: