Livre de Jérémie
14,22 μὴ ἔστιν ἐν εἰδώλοις τῶν ἐθνῶν ὑετίζων., καὶ εἰ ὁ οὐρανὸς δώσει πλησμονὴν αὐτοῦ., οὐχὶ σὺ εἶ αὐτός., καὶ ὑπομενοῦμέν σε, ὅτι σὺ ἐποίησας πάντα ταῦτα. ( ) 15,1 Καὶ εἶπεν κύριος πρός με Ἐὰν στῇ Μωυσῆς καὶ Σαμουηλ πρὸ προσώπου μου, οὐκ ἔστιν ἡ ψυχή μου πρὸς αὐτούς· ἐξαπόστειλον τὸν λαὸν τοῦτον, καὶ ἐξελθέτωσαν. ( ) 15,2 καὶ ἔσται ἐὰν εἴπωσιν πρὸς σέ Ποῦ ἐξελευσόμεθα., καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει κύριος Ὅσοι εἰς θάνατον, εἰς θάνατον· καὶ ὅσοι εἰς μάχαιραν, εἰς μάχαιραν· καὶ ὅσοι εἰς λιμόν, εἰς λιμόν· καὶ ὅσοι εἰς αἰχμαλωσίαν, εἰς αἰχμαλωσίαν. ( ) 15,3 καὶ ἐκδικήσω ἐπ αὐτοὺς τέσσαρα εἴδη, λέγει κύριος, τὴν μάχαιραν εἰς σφαγὴν καὶ τοὺς κύνας εἰς διασπασμὸν καὶ τὰ θηρία τῆς γῆς καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ εἰς βρῶσιν καὶ εἰς διαφθοράν. ( ) 15,4 καὶ παραδώσω αὐτοὺς εἰς ἀνάγκας πάσαις ταῖς βασιλείαις τῆς γῆς διὰ Μανασση υἱὸν Εζεκιου βασιλέα Ιουδα περὶ πάντων, ὧν ἐποίησεν ἐν Ιερουσαλημ. ( )

15,5 τίς φείσεται ἐπὶ σοί, Ιερουσαλημ., καὶ τίς δειλιάσει ἐπὶ σοί., ἢ τίς ἀνακάμψει εἰς εἰρήνην σοι.,


20265 Bible des Peuples sur titre chapitre 2023-11-11: Les misères de la guerre

( )
15,6 σὺ ἀπεστράφης με, λέγει κύριος, ὀπίσω πορεύσῃ, καὶ ἐκτενῶ τὴν χεῖρά μου καὶ διαφθερῶ σε, καὶ οὐκέτι ἀνήσω αὐτούς. ( ) 15,7 καὶ διασπερῶ αὐτοὺς ἐν διασπορᾷ· ἐν πύλαις λαοῦ μου ἠτεκνώθησαν, ἀπώλεσαν τὸν λαόν μου διὰ τὰς κακίας αὐτῶν. ( ) 15,8 ἐπληθύνθησαν χῆραι αὐτῶν ὑπὲρ τὴν ἄμμον τῆς θαλάσσης· ἐπήγαγον ἐπὶ μητέρα νεανίσκου ταλαιπωρίαν ἐν μεσημβρίᾳ, ἐπέρριψα ἐπ αὐτὴν ἐξαίφνης τρόμον καὶ σπουδήν. ( ) 15,9 ἐκενώθη ἡ τίκτουσα ἑπτά, ἀπεκάκησεν ἡ ψυχὴ αὐτῆς, ἐπέδυ ὁ ἥλιος αὐτῇ ἔτι μεσούσης τῆς ἡμέρας, κατῃσχύνθη καὶ ὠνειδίσθη· τοὺς καταλοίπους αὐτῶν εἰς μάχαιραν δώσω ἐναντίον τῶν ἐχθρῶν αὐτῶν. ( ) 15,10 Οἴμμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες., ἄνδρα δικαζόμενον καὶ διακρινόμενον πάσῃ τῇ γῇ· οὔτε ὠφέλησα, οὔτε ὠφέλησέν με οὐδείς· ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: