Livre de Jérémie
14,4 καὶ τὰ ἔργα τῆς γῆς ἐξέλιπεν, ὅτι οὐκ ἦν ὑετός· ᾐσχύνθησαν γεωργοί, ἐπεκάλυψαν τὴν κεφαλὴν αὐτῶν. ( ) 14,5 καὶ ἔλαφοι ἐν ἀγρῷ ἔτεκον καὶ ἐγκατέλιπον, ὅτι οὐκ ἦν βοτάνη. ( ) 14,6 ὄνοι ἄγριοι ἔστησαν ἐπὶ νάπας· εἵλκυσαν ἄνεμον, ἐξέλιπον οἱ ὀφθαλμοὶ αὐτῶν, ὅτι οὐκ ἦν χόρτος ἀπὸ λαοῦ ἀδικίας. ( ) 14,7 εἰ αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν, κύριε, ποίησον ἡμῖν ἕνεκεν σοῦ, ὅτι πολλαὶ αἱ ἁμαρτίαι ἡμῶν ἐναντίον σοῦ, ὅτι σοὶ ἡμάρτομεν. ( ) 14,8 ὑπομονὴ Ισραηλ, κύριε, καὶ σῴζεις ἐν καιρῷ κακῶν· ἵνα τί ἐγενήθης ὡσεὶ πάροικος ἐπὶ τῆς γῆς καὶ ὡς αὐτόχθων ἐκκλίνων εἰς κατάλυμα., ( )

14,9 μὴ ἔσῃ ὥσπερ ἄνθρωπος ὑπνῶν ἢ ὡς ἀνὴρ οὐ δυνάμενος σῴζειν., καὶ σὺ ἐν ἡμῖν εἶ, κύριε, καὶ τὸ ὄνομά σου ἐπικέκληται ἐφ ἡμᾶς· μὴ ἐπιλάθῃ ἡμῶν.


4166 Bible des peuples sur verset 2019-01-02: Yahvé, ne nous abandonne pas ! Jérémie est angoissé à la vue des souffrances de son peuple. Dieu ne peut-il pas pardonner, ne peut-il pas sauver ? Ici l’homme fait face au mystère de Dieu. Jérémie ne reçoit pas de réponse et Job n’en aura pas davantage ; Jésus n’a pas eu de réponse dans son agonie à Gethsémani.

( )
14,10 οὕτως λέγει κύριος τῷ λαῷ τούτῳ Ἠγάπησαν κινεῖν πόδας αὐτῶν καὶ οὐκ ἐφείσαντο, καὶ ὁ θεὸς οὐκ εὐδόκησεν ἐν αὐτοῖς· νῦν μνησθήσεται τῶν ἀδικιῶν αὐτῶν. ( ) 14,11 καὶ εἶπεν κύριος πρός με Μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου εἰς ἀγαθά· ( ) 14,12 ὅτι ἐὰν νηστεύσωσιν, οὐκ εἰσακούσομαι τῆς δεήσεως αὐτῶν, καὶ ἐὰν προσενέγκωσιν ὁλοκαυτώματα καὶ θυσίας, οὐκ εὐδοκήσω ἐν αὐτοῖς, ὅτι ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ ἐγὼ συντελέσω αὐτούς. ( ) 14,13 καὶ εἶπα Ὦ κύριε, ἰδοὺ οἱ προφῆται αὐτῶν προφητεύουσιν καὶ λέγουσιν Οὐκ ὄψεσθε μάχαιραν, οὐδὲ λιμὸς ἔσται ἐν ὑμῖν, ὅτι ἀλήθειαν καὶ εἰρήνην δώσω ἐπὶ τῆς γῆς καὶ ἐν τῷ τόπῳ τούτῳ. ( ) 14,14 καὶ εἶπεν κύριος πρός με Ψευδῆ οἱ προφῆται προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου, οὐκ ἀπέστειλα αὐτοὺς καὶ οὐκ ἐνετειλάμην αὐτοῖς καὶ οὐκ ἐλάλησα πρὸς αὐτούς· ὅτι ὁράσεις ψευδεῖς καὶ μαντείας καὶ οἰωνίσματα καὶ προαιρέσεις καρδίας αὐτῶν αὐτοὶ προφητεύουσιν ὑμῖ ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: