Livre de Jérémie
13,15 Ἀκούσατε καὶ ἐνωτίσασθε καὶ μὴ ἐπαίρεσθε, ὅτι κύριος ἐλάλησεν. ( ) 13,16 δότε τῷ κυρίῳ θεῷ ὑμῶν δόξαν πρὸ τοῦ συσκοτάσαι καὶ πρὸς τοῦ προσκόψαι πόδας ὑμῶν ἐπ ὄρη σκοτεινὰ καὶ ἀναμενεῖτε εἰς φῶς καὶ ἐκεῖ σκιὰ θανάτου καὶ τεθήσονται εἰς σκότος. ( ) 13,17 ἐὰν δὲ μὴ ἀκούσητε, κεκρυμμένως κλαύσεται ἡ ψυχὴ ὑμῶν ἀπὸ προσώπου ὕβρεως, καὶ κατάξουσιν οἱ ὀφθαλμοὶ ὑμῶν δάκρυα, ὅτι συνετρίβη τὸ ποίμνιον κυρίου. ( ) 13,18 εἴπατε τῷ βασιλεῖ καὶ τοῖς δυναστεύουσιν Ταπεινώθητε καὶ καθίσατε, ὅτι καθῃρέθη ἀπὸ κεφαλῆς ὑμῶν στέφανος δόξης ὑμῶν. ( ) 13,19 πόλεις αἱ πρὸς νότον συνεκλείσθησαν, καὶ οὐκ ἦν ὁ ἀνοίγων· ἀπῳκίσθη Ιουδας, συνετέλεσεν ἀποικίαν τελείαν. ( )

13,20 Ἀνάλαβε ὀφθαλμούς σου, Ιερουσαλημ, καὶ ἰδὲ τοὺς ἐρχομένους ἀπὸ βορρᾶ· ποῦ ἐστιν τὸ ποίμνιον, ὃ ἐδόθη σοι, πρόβατα δόξης σου.,


20261 Bible des Peuples sur titre chapitre 2023-11-11: Avertissement à Jérusalem qui refuse de se convertir

( )
13,21 τί ἐρεῖς ὅταν ἐπισκέπτωνταί σε., καὶ σὺ ἐδίδαξας αὐτοὺς ἐπὶ σὲ μαθήματα εἰς ἀρχήν· οὐκ ὠδῖνες καθέξουσίν σε καθὼς γυναῖκα τίκτουσαν., ( ) 13,22 καὶ ἐὰν εἴπῃς ἐν τῇ καρδίᾳ σου Διὰ τί ἀπήντησέν μοι ταῦτα., διὰ τὸ πλῆθος τῆς ἀδικίας σου ἀνεκαλύφθη τὰ ὀπίσθιά σου παραδειγματισθῆναι τὰς πτέρνας σου. ( ) 13,23 εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς, καὶ ὑμεῖς δυνήσεσθε εὖ ποιῆσαι μεμαθηκότες τὰ κακά. ( Ps 77,32 , ) 13,24 καὶ διέσπειρα αὐτοὺς ὡς φρύγανα φερόμενα ὑπὸ ἀνέμου εἰς ἔρημον. ( ) 13,25 οὗτος ὁ κλῆρός σου καὶ μερὶς τοῦ ἀπειθεῖν ὑμᾶς ἐμοί, λέγει κύριος, ὡς ἐπελάθου μου καὶ ἤλπισας ἐπὶ ψεύδεσιν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: