Livre de Jérémie
13,1 Τάδε λέγει κύριος Βάδισον καὶ κτῆσαι σεαυτῷ περίζωμα λινοῦν καὶ περίθου περὶ τὴν ὀσφύν σου, καὶ ἐν ὕδατι οὐ διελεύσεται. ( ) 13,2 καὶ ἐκτησάμην τὸ περίζωμα κατὰ τὸν λόγον κυρίου καὶ περιέθηκα περὶ τὴν ὀσφύν μου. ( ) 13,3 καὶ ἐγενήθη λόγος κυρίου πρός με λέγων ( ) 13,4 Λαβὲ τὸ περίζωμα τὸ περὶ τὴν ὀσφύν σου καὶ ἀνάστηθι καὶ βάδισον ἐπὶ τὸν Εὐφράτην καὶ κατάκρυψον αὐτὸ ἐκεῖ ἐν τῇ τρυμαλιᾷ τῆς πέτρας. ( ) 13,5 καὶ ἐπορεύθην καὶ ἔκρυψα αὐτὸ ἐν τῷ Εὐφράτῃ, καθὼς ἐνετείλατό μοι κύριος. ( )

13,6 καὶ ἐγένετο μεθ ἡμέρας πολλὰς καὶ εἶπεν κύριος πρός με Ἀνάστηθι βάδισον ἐπὶ τὸν Εὐφράτην καὶ λαβὲ ἐκεῖθεν τὸ περίζωμα, ὃ ἐνετειλάμην σοι τοῦ κατακρύψαι ἐκεῖ.


( )
13,7 καὶ ἐπορεύθην ἐπὶ τὸν Εὐφράτην ποταμὸν καὶ ὤρυξα καὶ ἔλαβον τὸ περίζωμα ἐκ τοῦ τόπου, οὗ κατώρυξα αὐτὸ ἐκεῖ, καὶ ἰδοὺ διεφθαρμένον ἦν, ὃ οὐ μὴ χρησθῇ εἰς οὐθέν. ( ) 13,8 καὶ ἐγενήθη λόγος κυρίου πρός με λέγων ( ) 13,9 Τάδε λέγει κύριος Οὕτω φθερῶ τὴν ὕβριν Ιουδα καὶ τὴν ὕβριν Ιερουσαλημ, ( ) 13,10 τὴν πολλὴν ταύτην ὕβριν, τοὺς μὴ βουλομένους ὑπακούειν τῶν λόγων μου καὶ πορευθέντας ὀπίσω θεῶν ἀλλοτρίων τοῦ δουλεύειν αὐτοῖς καὶ τοῦ προσκυνεῖν αὐτοῖς, καὶ ἔσονται ὥσπερ τὸ περίζωμα τοῦτο, ὃ οὐ χρησθήσεται εἰς οὐθέν. ( ) 13,11 ὅτι καθάπερ κολλᾶται τὸ περίζωμα περὶ τὴν ὀσφὺν τοῦ ἀνθρώπου, οὕτως ἐκόλλησα πρὸς ἐμαυτὸν τὸν οἶκον τοῦ Ισραηλ καὶ πᾶν οἶκον Ιουδα τοῦ γενέσθαι μοι εἰς λαὸν ὀνομαστὸν καὶ εἰς καύχημα καὶ εἰς δόξαν, καὶ οὐκ εἰσήκουσάν μου. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: