Livre de Jérémie
12,3 καὶ σύ, κύριε, γινώσκεις με, δεδοκίμακας τὴν καρδίαν μου ἐναντίον σου· ἅγνισον αὐτοὺς εἰς ἡμέραν σφαγῆς αὐτῶν. ( ) 12,4 ἕως πότε πενθήσει ἡ γῆ καὶ πᾶς ὁ χόρτος τοῦ ἀγροῦ ξηρανθήσεται ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ., ἠφανίσθησαν κτήνη καὶ πετεινά, ὅτι εἶπαν Οὐκ ὄψεται ὁ θεὸς ὁδοὺς ἡμῶν. ( ) 12,5 σοῦ οἱ πόδες τρέχουσιν καὶ ἐκλύουσίν σε· πῶς παρασκευάσῃ ἐφ ἵπποις., καὶ ἐν γῇ εἰρήνης σὺ πέποιθας· πῶς ποιήσεις ἐν φρυάγματι τοῦ Ιορδάνου., ( ) 12,6 ὅτι καὶ οἱ ἀδελφοί σου καὶ ὁ οἶκος τοῦ πατρός σου, καὶ οὗτοι ἠθέτησάν σε, καὶ αὐτοὶ ἐβόησαν, ἐκ τῶν ὀπίσω σου ἐπισυνήχθησαν· μὴ πιστεύσῃς ἐν αὐτοῖς, ὅτι λαλήσουσιν πρὸς σὲ καλά. ( ) 12,7 Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς. ( )

12,8 ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ· ἔδωκεν ἐπ ἐμὲ τὴν φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν.


( )
12,9 μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοὶ ἢ σπήλαιον κύκλῳ αὐτῆς., βαδίσατε συναγάγετε πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ ἐλθέτωσαν τοῦ φαγεῖν αὐτήν. ( ) 12,10 ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου, ἐμόλυναν τὴν μερίδα μου, ἔδωκαν μερίδα ἐπιθυμητήν μου εἰς ἔρημον ἄβατον· ( ) 12,11 ἐτέθη εἰς ἀφανισμὸν ἀπωλείας, δι ἐμὲ ἀφανισμῷ ἠφανίσθη πᾶσα ἡ γῆ, ὅτι οὐκ ἔστιν ἀνὴρ τιθέμενος ἐν καρδίᾳ. ( ) 12,12 ἐπὶ πᾶσαν διεκβολὴν ἐν τῇ ἐρήμῳ ἦλθον ταλαιπωροῦντες, ὅτι μάχαιρα τοῦ κυρίου καταφάγεται ἀπ ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς, οὐκ ἔστιν εἰρήνη πάσῃ σαρκί. ( ) 12,13 σπείρατε πυροὺς καὶ ἀκάνθας θερίσατε· οἱ κλῆροι αὐτῶν οὐκ ὠφελήσουσιν αὐτούς· αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν, ἀπὸ ὀνειδισμοῦ ἔναντι κυρίου. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: