Livre de Jérémie
8,18 ἀνίατα μετ ὀδύνης καρδίας ὑμῶν ἀπορουμένης. ( ) 8,19 ἰδοὺ φωνὴ κραυγῆς θυγατρὸς λαοῦ μου ἀπὸ γῆς μακρόθεν Μὴ κύριος οὐκ ἔστιν ἐν Σιων., ἢ βασιλεὺς οὐκ ἔστιν ἐκεῖ., διὰ τί παρώργισάν με ἐν τοῖς γλυπτοῖς αὐτῶν καὶ ἐν ματαίοις ἀλλοτρίοις., ( ) 8,20 διῆλθεν θέρος, παρῆλθεν ἄμητος, καὶ ἡμεῖς οὐ διεσώθημεν. ( ) 8,21 ἐπὶ συντρίμματι θυγατρὸς λαοῦ μου ἐσκοτώθην· ἀπορίᾳ κατίσχυσάν με ὠδῖνες ὡς τικτούσης. ( ) 8,22 μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλααδ, ἢ ἰατρὸς οὐκ ἔστιν ἐκεῖ., διὰ τί οὐκ ἀνέβη ἴασις θυγατρὸς λαοῦ μου., ( )

8,23 τίς δώσει κεφαλῇ μου ὕδωρ καὶ ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομαι τὸν λαόν μου τοῦτον ἡμέρας καὶ νυκτός, τοὺς τετραυματισμένους θυγατρὸς λαοῦ μου.,


( )
9,1 τίς δῴη μοι ἐν τῇ ἐρήμῳ σταθμὸν ἔσχατον καὶ καταλείψω τὸν λαόν μου καὶ ἀπελεύσομαι ἀπ αὐτῶν., ὅτι πάντες μοιχῶνται, σύνοδος ἀθετούντων. ( ) 9,2 καὶ ἐνέτειναν τὴν γλῶσσαν αὐτῶν ὡς τόξον· ψεῦδος καὶ οὐ πίστις ἐνίσχυσεν ἐπὶ τῆς γῆς, ὅτι ἐκ κακῶν εἰς κακὰ ἐξήλθοσαν καὶ ἐμὲ οὐκ ἔγνωσαν. ( ) 9,3 ἕκαστος ἀπὸ τοῦ πλησίον αὐτοῦ φυλάξασθε καὶ ἐπ ἀδελφοῖς αὐτῶν μὴ πεποίθατε, ὅτι πᾶς ἀδελφὸς πτέρνῃ πτερνιεῖ, καὶ πᾶς φίλος δολίως πορεύσεται. ( ) 9,4 ἕκαστος κατὰ τοῦ φίλου αὐτοῦ καταπαίξεται, ἀλήθειαν οὐ μὴ λαλήσωσιν· μεμάθηκεν ἡ γλῶσσα αὐτῶν λαλεῖν ψευδῆ, ἠδίκησαν καὶ οὐ διέλιπον τοῦ ἐπιστρέψαι. ( ) 9,5 τόκος ἐπὶ τόκῳ, δόλος ἐπὶ δόλῳ· οὐκ ἤθελον εἰδέναι με. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: