Livre de Jérémie
3,19 καὶ ἐγὼ εἶπα Γένοιτο, κύριε· ὅτι τάξω σε εἰς τέκνα καὶ δώσω σοι γῆν ἐκλεκτὴν κληρονομίαν θεοῦ παντοκράτορος ἐθνῶν· καὶ εἶπα Πατέρα καλέσετέ με καὶ ἀπ ἐμοῦ οὐκ ἀποστραφήσεσθε. ( ) 3,20 πλὴν ὡς ἀθετεῖ γυνὴ εἰς τὸν συνόντα αὐτῇ, οὕτως ἠθέτησεν εἰς ἐμὲ οἶκος Ισραηλ, λέγει κύριος. ( ) 3,21 φωνὴ ἐκ χειλέων ἠκούσθη κλαυθμοῦ καὶ δεήσεως υἱῶν Ισραηλ, ὅτι ἠδίκησαν ἐν ταῖς ὁδοῖς αὐτῶν, ἐπελάθοντο θεοῦ ἁγίου αὐτῶν. ( ) 3,22 ἐπιστράφητε, υἱοὶ ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν. ἰδοὺ δοῦλοι ἡμεῖς ἐσόμεθά σοι, ὅτι σὺ κύριος ὁ θεὸς ἡμῶν εἶ. ( ) 3,23 ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ καὶ ἡ δύναμις τῶν ὀρέων, πλὴν διὰ κυρίου θεοῦ ἡμῶν ἡ σωτηρία τοῦ Ισραηλ. ( )

3,24 ἡ δὲ αἰσχύνη κατανάλωσεν τοὺς μόχθους τῶν πατέρων ἡμῶν ἀπὸ νεότητος ἡμῶν, τὰ πρόβατα αὐτῶν καὶ τοὺς μόσχους αὐτῶν καὶ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν.


4143 Bible des peuples sur verset 2019-01-02: Une fois de plus les prophètes dénoncent les méfaits des idoles. La Bible est antérieure à la course au progrès, elle ne peut donc pas nommer nos idoles et c’est un prétexte de plus pour les ignorer alors même que nous sommes chaque jour victimes de leurs méfaits. Le refus d’une morale sexuelle, ce sont les dizaines de milliards et les centaines de milliers de tragédies du sida. L’infidélité des couples, et c’est la crainte d’une brisure qui maintient au travail des millions de femmes alors qu’elles préféreraient rester chez elles ; et ce sont des millions de chômeurs en même temps qu’un refus de l’enfant.

( )
3,25 ἐκοιμήθημεν ἐν τῇ αἰσχύνῃ ἡμῶν, καὶ ἐπεκάλυψεν ἡμᾶς ἡ ἀτιμία ἡμῶν, διότι ἔναντι τοῦ θεοῦ ἡμῶν ἡμάρτομεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν ἀπὸ νεότητος ἡμῶν ἕως τῆς ἡμέρας ταύτης καὶ οὐχ ὑπηκούσαμεν τῆς φωνῆς κυρίου τοῦ θεοῦ ἡμῶν. ( ) 4,1 Ἐὰν ἐπιστραφῇ Ισραηλ, λέγει κύριος, πρός με ἐπιστραφήσεται· ἐὰν περιέλῃ τὰ βδελύγματα αὐτοῦ ἐκ στόματος αὐτοῦ καὶ ἀπὸ τοῦ προσώπου μου εὐλαβηθῇ ( ) 4,2 καὶ ὀμόσῃ Ζῇ κύριος μετὰ ἀληθείας καὶ ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ, καὶ εὐλογήσουσιν ἐν αὐτῇ ἔθνη καὶ ἐν αὐτῷ αἰνέσουσιν τῷ θεῷ ἐν Ιερουσαλημ. ( ) 4,3 ὅτι τάδε λέγει κύριος τοῖς ἀνδράσιν Ιουδα καὶ τοῖς κατοικοῦσιν Ιερουσαλημ Νεώσατε ἑαυτοῖς νεώματα καὶ μὴ σπείρητε ἐπ ἀκάνθαις. ( ) 4,4 περιτμήθητε τῷ θεῷ ὑμῶν καὶ περιτέμεσθε τὴν σκληροκαρδίαν ὑμῶν, ἄνδρες Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ, μὴ ἐξέλθῃ ὡς πῦρ ὁ θυμός μου καὶ ἐκκαυθήσεται, καὶ οὐκ ἔσται ὁ σβέσων ἀπὸ προσώπου πονηρίας ἐπιτηδευμάτων ὑμῶν. ( )



trouve dans 1 passage(s): Le fils prodigue,
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: