Livre de Jérémie
3,11 καὶ εἶπεν κύριος πρός με Ἐδικαίωσεν τὴν ψυχὴν αὐτοῦ Ισραηλ ἀπὸ τῆς ἀσυνθέτου Ιουδα. ( ) 3,12 πορεύου καὶ ἀνάγνωθι τοὺς λόγους τούτους πρὸς βορρᾶν καὶ ἐρεῖς Ἐπιστράφητι πρός με, ἡ κατοικία τοῦ Ισραηλ, λέγει κύριος, καὶ οὐ στηριῶ τὸ πρόσωπόν μου ἐφ ὑμᾶς· ὅτι ἐλεήμων ἐγώ εἰμι, λέγει κύριος, καὶ οὐ μηνιῶ ὑμῖν εἰς τὸν αἰῶνα. ( ) 3,13 πλὴν γνῶθι τὴν ἀδικίαν σου, ὅτι εἰς κύριον τὸν θεόν σου ἠσέβησας καὶ διέχεας τὰς ὁδούς σου εἰς ἀλλοτρίους ὑποκάτω παντὸς ξύλου ἀλσώδους, τῆς δὲ φωνῆς μου οὐχ ὑπήκουσας, λέγει κύριος. ( ) 3,14 ἐπιστράφητε, υἱοὶ ἀφεστηκότες, λέγει κύριος, διότι ἐγὼ κατακυριεύσω ὑμῶν καὶ λήμψομαι ὑμᾶς ἕνα ἐκ πόλεως καὶ δύο ἐκ πατριᾶς καὶ εἰσάξω ὑμᾶς εἰς Σιων ( ) 3,15 καὶ δώσω ὑμῖν ποιμένας κατὰ τὴν καρδίαν μου, καὶ ποιμανοῦσιν ὑμᾶς ποιμαίνοντες μετ ἐπιστήμης. ( )

3,16 καὶ ἔσται ἐὰν πληθυνθῆτε καὶ αὐξηθῆτε ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει κύριος, οὐκ ἐροῦσιν ἔτι Κιβωτὸς διαθήκης ἁγίου Ισραηλ, οὐκ ἀναβήσεται ἐπὶ καρδίαν, οὐκ ὀνομασθήσεται οὐδὲ ἐπισκεφθήσεται καὶ οὐ ποιηθήσεται ἔτι·


260 Olivier Quoy sur verset 2004-05-01: Lorsque la Loi de Dieu sera gravée dans les cœurs l'arche ne sera plus nécessaire

( )
3,17 ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ καλέσουσιν τὴν Ιερουσαλημ Θρόνος κυρίου, καὶ συναχθήσονται εἰς αὐτὴν πάντα τὰ ἔθνη καὶ οὐ πορεύσονται ἔτι ὀπίσω τῶν ἐνθυμημάτων τῆς καρδίας αὐτῶν τῆς πονηρᾶς. ( ) 3,18 ἐν ταῖς ἡμέραις ἐκείναις συνελεύσονται οἶκος Ιουδα ἐπὶ τὸν οἶκον τοῦ Ισραηλ, καὶ ἥξουσιν ἐπὶ τὸ αὐτὸ ἀπὸ γῆς βορρᾶ καὶ ἀπὸ πασῶν τῶν χωρῶν ἐπὶ τὴν γῆν, ἣν κατεκληρονόμησα τοὺς πατέρας αὐτῶν. ( ) 3,19 καὶ ἐγὼ εἶπα Γένοιτο, κύριε· ὅτι τάξω σε εἰς τέκνα καὶ δώσω σοι γῆν ἐκλεκτὴν κληρονομίαν θεοῦ παντοκράτορος ἐθνῶν· καὶ εἶπα Πατέρα καλέσετέ με καὶ ἀπ ἐμοῦ οὐκ ἀποστραφήσεσθε. ( ) 3,20 πλὴν ὡς ἀθετεῖ γυνὴ εἰς τὸν συνόντα αὐτῇ, οὕτως ἠθέτησεν εἰς ἐμὲ οἶκος Ισραηλ, λέγει κύριος. ( ) 3,21 φωνὴ ἐκ χειλέων ἠκούσθη κλαυθμοῦ καὶ δεήσεως υἱῶν Ισραηλ, ὅτι ἠδίκησαν ἐν ταῖς ὁδοῖς αὐτῶν, ἐπελάθοντο θεοῦ ἁγίου αὐτῶν. ( )



trouve dans 1 passage(s): L'arche d'alliance,
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: