Livre de Jérémie
2,29 ἵνα τί λαλεῖτε πρός με., πάντες ὑμεῖς ἠσεβήσατε καὶ πάντες ὑμεῖς ἠνομήσατε εἰς ἐμέ, λέγει κύριος. ( ) 2,30 μάτην ἐπάταξα τὰ τέκνα ὑμῶν, παιδείαν οὐκ ἐδέξασθε· μάχαιρα κατέφαγεν τοὺς προφήτας ὑμῶν ὡς λέων ὀλεθρεύων, καὶ οὐκ ἐφοβήθητε. ( ) 2,31 ἀκούσατε λόγον κυρίου Τάδε λέγει κύριος Μὴ ἔρημος ἐγενόμην τῷ Ισραηλ ἢ γῆ κεχερσωμένη., διὰ τί εἶπεν ὁ λαός μου Οὐ κυριευθησόμεθα καὶ οὐχ ἥξομεν πρὸς σὲ ἔτι., ( ) 2,32 μὴ ἐπιλήσεται νύμφη τὸν κόσμον αὐτῆς καὶ παρθένος τὴν στηθοδεσμίδα αὐτῆς., ὁ δὲ λαός μου ἐπελάθετό μου ἡμέρας, ὧν οὐκ ἔστιν ἀριθμός. ( ) 2,33 τί ἔτι καλὸν ἐπιτηδεύσεις ἐν ταῖς ὁδοῖς σου τοῦ ζητῆσαι ἀγάπησιν., οὐχ οὕτως, ἀλλὰ καὶ σὺ ἐπονηρεύσω τοῦ μιᾶναι τὰς ὁδούς σου. ( )

2,34 καὶ ἐν ταῖς χερσίν σου εὑρέθησαν αἵματα ψυχῶν ἀθῴων· οὐκ ἐν διορύγμασιν εὗρον αὐτούς, ἀλλ ἐπὶ πάσῃ δρυί.


4134 Bible des peuples sur verset 2019-01-02: Le sang des innocents. C’est une allusion aux enfants sacrifiés aux idoles.

( )
2,35 καὶ εἶπας Ἀθῷός εἰμι, ἀλλὰ ἀποστραφήτω ὁ θυμὸς αὐτοῦ ἀπ ἐμοῦ. ἰδοὺ ἐγὼ κρίνομαι πρὸς σὲ ἐν τῷ λέγειν σε Οὐχ ἥμαρτον. ( ) 2,36 τί κατεφρόνησας σφόδρα τοῦ δευτερῶσαι τὰς ὁδούς σου., καὶ ἀπὸ Αἰγύπτου καταισχυνθήσῃ, καθὼς κατῃσχύνθης ἀπὸ Ασσουρ. ( ) 2,37 ὅτι καὶ ἐντεῦθεν ἐξελεύσῃ, καὶ αἱ χεῖρές σου ἐπὶ τῆς κεφαλῆς σου· ὅτι ἀπώσατο κύριος τὴν ἐλπίδα σου, καὶ οὐκ εὐοδωθήσῃ ἐν αὐτῇ. ( ) 3,1 Ἐὰν ἐξαποστείλῃ ἀνὴρ τὴν γυναῖκα αὐτοῦ, καὶ ἀπέλθῃ ἀπ αὐτοῦ καὶ γένηται ἀνδρὶ ἑτέρῳ, μὴ ἀνακάμπτουσα ἀνακάμψει πρὸς αὐτὸν ἔτι., οὐ μιαινομένη μιανθήσεται ἡ γυνὴ ἐκείνη., καὶ σὺ ἐξεπόρνευσας ἐν ποιμέσιν πολλοῖς· καὶ ἀνέκαμπτες πρός με., λέγει κύριος. ( ) 3,2 ἆρον εἰς εὐθεῖαν τοὺς ὀφθαλμούς σου καὶ ἰδέ· ποῦ οὐχὶ ἐξεφύρθης., ἐπὶ ταῖς ὁδοῖς ἐκάθισας αὐτοῖς ὡσεὶ κορώνη ἐρημουμένη καὶ ἐμίανας τὴν γῆν ἐν ταῖς πορνείαις σου καὶ ἐν ταῖς κακίαις σου. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: