Livre de Jérémie
2,25 ἀπόστρεψον τὸν πόδα σου ἀπὸ ὁδοῦ τραχείας καὶ τὸν φάρυγγά σου ἀπὸ δίψους. ἡ δὲ εἶπεν Ἀνδριοῦμαι· ὅτι ἠγαπήκει ἀλλοτρίους καὶ ὀπίσω αὐτῶν ἐπορεύετο. ( ) 2,26 ὡς αἰσχύνη κλέπτου ὅταν ἁλῷ, οὕτως αἰσχυνθήσονται οἱ υἱοὶ Ισραηλ, αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν καὶ οἱ ἱερεῖς αὐτῶν καὶ οἱ προφῆται αὐτῶν. ( ) 2,27 τῷ ξύλῳ εἶπαν ὅτι Πατήρ μου εἶ σύ, καὶ τῷ λίθῳ Σὺ ἐγέννησάς με, καὶ ἔστρεψαν ἐπ ἐμὲ νῶτα καὶ οὐ πρόσωπα αὐτῶν· καὶ ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν ἐροῦσιν Ἀνάστα καὶ σῶσον ἡμᾶς. ( ) 2,28 καὶ ποῦ εἰσιν οἱ θεοί σου, οὓς ἐποίησας σεαυτῷ., εἰ ἀναστήσονται καὶ σώσουσίν σε ἐν καιρῷ τῆς κακώσεώς σου., ὅτι κατ ἀριθμὸν τῶν πόλεών σου ἦσαν θεοί σου, Ιουδα, καὶ κατ ἀριθμὸν διόδων τῆς Ιερουσαλημ ἔθυον τῇ Βααλ. ( ) 2,29 ἵνα τί λαλεῖτε πρός με., πάντες ὑμεῖς ἠσεβήσατε καὶ πάντες ὑμεῖς ἠνομήσατε εἰς ἐμέ, λέγει κύριος. ( )

2,30 μάτην ἐπάταξα τὰ τέκνα ὑμῶν, παιδείαν οὐκ ἐδέξασθε· μάχαιρα κατέφαγεν τοὺς προφήτας ὑμῶν ὡς λέων ὀλεθρεύων, καὶ οὐκ ἐφοβήθητε.


( )
2,31 ἀκούσατε λόγον κυρίου Τάδε λέγει κύριος Μὴ ἔρημος ἐγενόμην τῷ Ισραηλ ἢ γῆ κεχερσωμένη., διὰ τί εἶπεν ὁ λαός μου Οὐ κυριευθησόμεθα καὶ οὐχ ἥξομεν πρὸς σὲ ἔτι., ( ) 2,32 μὴ ἐπιλήσεται νύμφη τὸν κόσμον αὐτῆς καὶ παρθένος τὴν στηθοδεσμίδα αὐτῆς., ὁ δὲ λαός μου ἐπελάθετό μου ἡμέρας, ὧν οὐκ ἔστιν ἀριθμός. ( ) 2,33 τί ἔτι καλὸν ἐπιτηδεύσεις ἐν ταῖς ὁδοῖς σου τοῦ ζητῆσαι ἀγάπησιν., οὐχ οὕτως, ἀλλὰ καὶ σὺ ἐπονηρεύσω τοῦ μιᾶναι τὰς ὁδούς σου. ( ) 2,34 καὶ ἐν ταῖς χερσίν σου εὑρέθησαν αἵματα ψυχῶν ἀθῴων· οὐκ ἐν διορύγμασιν εὗρον αὐτούς, ἀλλ ἐπὶ πάσῃ δρυί. ( ) 2,35 καὶ εἶπας Ἀθῷός εἰμι, ἀλλὰ ἀποστραφήτω ὁ θυμὸς αὐτοῦ ἀπ ἐμοῦ. ἰδοὺ ἐγὼ κρίνομαι πρὸς σὲ ἐν τῷ λέγειν σε Οὐχ ἥμαρτον. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: