Livre de Jérémie
2,3 ἅγιος Ισραηλ. τῷ κυρίῳ ἀρχὴ γενημάτων αὐτοῦ· πάντες οἱ ἔσθοντες αὐτὸν πλημμελήσουσιν, κακὰ ἥξει ἐπ αὐτούς, φησὶν κύριος. ( ) 2,4 ἀκούσατε λόγον κυρίου, οἶκος Ιακωβ καὶ πᾶσα πατριὰ οἴκου Ισραηλ. ( ) 2,5 τάδε λέγει κύριος Τί εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα, ὅτι ἀπέστησαν μακρὰν ἀπ ἐμοῦ καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων καὶ ἐματαιώθησαν., ( ) 2,6 καὶ οὐκ εἶπαν Ποῦ ἐστιν κύριος ὁ ἀναγαγὼν ἡμᾶς ἐκ γῆς Αἰγύπτου ὁ καθοδηγήσας ἡμᾶς ἐν τῇ ἐρήμῳ ἐν γῇ ἀπείρῳ καὶ ἀβάτῳ, ἐν γῇ ἀνύδρῳ καὶ ἀκάρπῳ, ἐν γῇ, ἐν ᾗ οὐ διώδευσεν ἐν αὐτῇ οὐθὲν καὶ οὐ κατῴκησεν ἐκεῖ υἱὸς ἀνθρώπου., ( ) 2,7 καὶ εἰσήγαγον ὑμᾶς εἰς τὸν Κάρμηλον τοῦ φαγεῖν ὑμᾶς τοὺς καρποὺς αὐτοῦ καὶ τὰ ἀγαθὰ αὐτοῦ· καὶ εἰσήλθατε καὶ ἐμιάνατε τὴν γῆν μου καὶ τὴν κληρονομίαν μου ἔθεσθε εἰς βδέλυγμα. ( )

2,8 οἱ ἱερεῖς οὐκ εἶπαν Ποῦ ἐστιν κύριος., καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με, καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ, καὶ οἱ προφῆται ἐπροφήτευον τῇ Βααλ καὶ ὀπίσω ἀνωφελοῦς ἐπορεύθησαν.


4136 Bible des peuples sur verset 2019-01-02: Les prêtres n’ont pas dit : Cherchons Yahvé ! Car c’était là leur premier devoir lorsqu’il n’y avait pas encore cette multitude de documents religieux qui nous enseignent tous nos devoirs et qu’il nous faudrait lire, étudier, méditer et discuter.

( )
2,9 διὰ τοῦτο ἔτι κριθήσομαι πρὸς ὑμᾶς, λέγει κύριος, καὶ πρὸς τοὺς υἱοὺς τῶν υἱῶν ὑμῶν κριθήσομαι. ( ) 2,10 διότι διέλθετε εἰς νήσους Χεττιιμ καὶ ἴδετε, καὶ εἰς Κηδαρ ἀποστείλατε καὶ νοήσατε σφόδρα, καὶ ἴδετε εἰ γέγονεν τοιαῦτα. ( ) 2,11 εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν., καὶ οὗτοι οὔκ εἰσιν θεοί. ὁ δὲ λαός μου ἠλλάξατο τὴν δόξαν αὐτοῦ, ἐξ ἧς οὐκ ὠφεληθήσονται. ( ) 2,12 ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει κύριος. ( ) 2,13 ὅτι δύο πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκατέλιπον, πηγὴν ὕδατος ζωῆς, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν. ( Ps 62,1 , )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: