Livre de Jérémie
1,17 καὶ σὺ περίζωσαι τὴν ὀσφύν σου καὶ ἀνάστηθι καὶ εἰπὸν πρὸς αὐτοὺς πάντα, ὅσα ἂν ἐντείλωμαί σοι· μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν μηδὲ πτοηθῇς ἐναντίον αὐτῶν, ὅτι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, λέγει κύριος. ( ) 1,18 ἰδοὺ τέθεικά σε ἐν τῇ σήμερον ἡμέρᾳ ὡς πόλιν ὀχυρὰν καὶ ὡς τεῖχος χαλκοῦν ὀχυρὸν ἅπασιν τοῖς βασιλεῦσιν Ιουδα καὶ τοῖς ἄρχουσιν αὐτοῦ καὶ τῷ λαῷ τῆς γῆς, ( ) 1,19 καὶ πολεμήσουσίν σε καὶ οὐ μὴ δύνωνται πρὸς σέ, διότι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, εἶπεν κύριος. ( ) 2,1 Καὶ εἶπεν Τάδε λέγει κύριος Ἐμνήσθην ἐλέους νεότητός σου καὶ ἀγάπης τελειώσεώς σου τοῦ ἐξακολουθῆσαί σε τῷ ἁγίῳ Ισραηλ, λέγει κύριος ( ) 2,3 ἅγιος Ισραηλ. τῷ κυρίῳ ἀρχὴ γενημάτων αὐτοῦ· πάντες οἱ ἔσθοντες αὐτὸν πλημμελήσουσιν, κακὰ ἥξει ἐπ αὐτούς, φησὶν κύριος. ( )

2,4 ἀκούσατε λόγον κυρίου, οἶκος Ιακωβ καὶ πᾶσα πατριὰ οἴκου Ισραηλ.


4135 Bible des peuples sur verset 2019-01-02: Ce chapitre n’est pas loin du cantique de Moïse en Deutéronome 32. On se souviendra que Jérémie prêche quelques années après la découverte du Deutéronome. Ici Dieu reproche à son peuple de l’avoir oublié et d’avoir acquis une mentalité d’arriviste ou d’enfant gâté. On en sourirait volontiers si l’on faisait le compte des maigres richesses du paysan d’alors. Mais il ne connaissait rien d’autre et cela lui suffisait pour devenir suffisant. Et, comme bien d’autres auteurs de la Bible, Jérémie projette dans le passé l’idéal auquel on tourne le dos : comme Israël était vrai lorsqu’il était au désert ! Pauvreté et pureté du cœur.

( )
2,5 τάδε λέγει κύριος Τί εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα, ὅτι ἀπέστησαν μακρὰν ἀπ ἐμοῦ καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων καὶ ἐματαιώθησαν., ( ) 2,6 καὶ οὐκ εἶπαν Ποῦ ἐστιν κύριος ὁ ἀναγαγὼν ἡμᾶς ἐκ γῆς Αἰγύπτου ὁ καθοδηγήσας ἡμᾶς ἐν τῇ ἐρήμῳ ἐν γῇ ἀπείρῳ καὶ ἀβάτῳ, ἐν γῇ ἀνύδρῳ καὶ ἀκάρπῳ, ἐν γῇ, ἐν ᾗ οὐ διώδευσεν ἐν αὐτῇ οὐθὲν καὶ οὐ κατῴκησεν ἐκεῖ υἱὸς ἀνθρώπου., ( ) 2,7 καὶ εἰσήγαγον ὑμᾶς εἰς τὸν Κάρμηλον τοῦ φαγεῖν ὑμᾶς τοὺς καρποὺς αὐτοῦ καὶ τὰ ἀγαθὰ αὐτοῦ· καὶ εἰσήλθατε καὶ ἐμιάνατε τὴν γῆν μου καὶ τὴν κληρονομίαν μου ἔθεσθε εἰς βδέλυγμα. ( ) 2,8 οἱ ἱερεῖς οὐκ εἶπαν Ποῦ ἐστιν κύριος., καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με, καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ, καὶ οἱ προφῆται ἐπροφήτευον τῇ Βααλ καὶ ὀπίσω ἀνωφελοῦς ἐπορεύθησαν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: