Livre de Jérémie
1,4 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων ( ) 1,5 Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε, προφήτην εἰς ἔθνη τέθεικά σε. ( ) 1,6 καὶ εἶπα Ὦ δέσποτα κύριε, ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερος ἐγώ εἰμι. ( ) 1,7 καὶ εἶπεν κύριος πρός με Μὴ λέγε ὅτι Νεώτερος ἐγώ εἰμι, ὅτι πρὸς πάντας, οὓς ἐὰν ἐξαποστείλω σε, πορεύσῃ, καὶ κατὰ πάντα, ὅσα ἐὰν ἐντείλωμαί σοι, λαλήσεις· ( ) 1,8 μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, λέγει κύριος. ( )

1,9 καὶ ἐξέτεινεν κύριος τὴν χεῖρα αὐτοῦ πρός με καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπεν κύριος πρός με Ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου·


( )
1,10 ἰδοὺ κατέστακά σε σήμερον ἐπὶ ἔθνη καὶ βασιλείας ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν καὶ ἀνοικοδομεῖν καὶ καταφυτεύειν. ( ) 1,11 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων Τί σὺ ὁρᾷς, Ιερεμια., καὶ εἶπα Βακτηρίαν καρυίνην. ( ) 1,12 καὶ εἶπεν κύριος πρός με Καλῶς ἑώρακας, διότι ἐγρήγορα ἐγὼ ἐπὶ τοὺς λόγους μου τοῦ ποιῆσαι αὐτούς. ( ) 1,13 καὶ ἐγένετο λόγος κυρίου πρός με ἐκ δευτέρου λέγων Τί σὺ ὁρᾷς., καὶ εἶπα Λέβητα ὑποκαιόμενον, καὶ τὸ πρόσωπον αὐτοῦ ἀπὸ προσώπου βορρᾶ. ( ) 1,14 καὶ εἶπεν κύριος πρός με Ἀπὸ προσώπου βορρᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν. ( )



trouve dans 1 passage(s): Mission de Jérémie,
trouve dans 1 liturgie(s): Dimanche-4-temps ordinaire annee C,
trouve dans 0 document(s) de référence: