Livre d'Isaïe
66,23 καὶ ἔσται μῆνα ἐκ μηνὸς καὶ σάββατον ἐκ σαββάτου ἥξει πᾶσα σὰρξ ἐνώπιόν μου προσκυνῆσαι ἐν Ιερουσαλημ, εἶπεν κύριος. ( ) 66,24 καὶ ἐξελεύσονται καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί· ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί. ( Mc 9,43 , )
Livre de Jérémie
1,1 Τὸ ῥῆμα τοῦ θεοῦ, ὃ ἐγένετο ἐπὶ Ιερεμιαν τὸν τοῦ Χελκιου ἐκ τῶν ἱερέων, ὃς κατῴκει ἐν Αναθωθ ἐν γῇ Βενιαμιν· ( ) 1,2 ὃς ἐγενήθη λόγος τοῦ θεοῦ πρὸς αὐτὸν ἐν ταῖς ἡμέραις Ιωσια υἱοῦ Αμως βασιλέως Ιουδα ἔτους τρισκαιδεκάτου ἐν τῇ βασιλείᾳ αὐτοῦ· ( ) 1,3 καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ιωακιμ υἱοῦ Ιωσια βασιλέως Ιουδα ἕως ἑνδεκάτου ἔτους Σεδεκια υἱοῦ Ιωσια βασιλέως Ιουδα ἕως τῆς αἰχμαλωσίας Ιερουσαλημ ἐν τῷ πέμπτῳ μηνί. ( )

1,4 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων


20232 Bible des Peuples sur titre chapitre 2023-11-11: Jérémie est appelé par Dieu

20231 Bible des Peuples sur titre livre 2023-11-11: "LE ""LIVRE DE JÉRÉMIE"""

4126 Bible des peuples sur verset 2019-01-02: Le prophète nous dit comment il a été appelé, et ce n’est pas tant pour qu’on croie bien qu’il est un envoyé de Dieu. Il savait que ces quelques lignes sur son premier appel nous livreraient beaucoup de lui et de sa mission. Jérémie est dans sa campagne lorsque fleurit l’amandier et que l’arbre semble seul veilleur et éveillé sur la terre endormie. Dieu est là qui veille et qui s’apprête à remettre en marche son œuvre à la mesure du monde. En Israël chacun vit installé dans les routines de son clan, pourtant il existe une alliance dont on ne se préoccupe que de temps en temps, et voici que Dieu demande des comptes.

( )
1,5 Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε, προφήτην εἰς ἔθνη τέθεικά σε. ( ) 1,6 καὶ εἶπα Ὦ δέσποτα κύριε, ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερος ἐγώ εἰμι. ( ) 1,7 καὶ εἶπεν κύριος πρός με Μὴ λέγε ὅτι Νεώτερος ἐγώ εἰμι, ὅτι πρὸς πάντας, οὓς ἐὰν ἐξαποστείλω σε, πορεύσῃ, καὶ κατὰ πάντα, ὅσα ἐὰν ἐντείλωμαί σοι, λαλήσεις· ( ) 1,8 μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, λέγει κύριος. ( ) 1,9 καὶ ἐξέτεινεν κύριος τὴν χεῖρα αὐτοῦ πρός με καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπεν κύριος πρός με Ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου· ( )



trouve dans 1 passage(s): Mission de Jérémie,
trouve dans 1 liturgie(s): Dimanche-4-temps ordinaire annee C,
trouve dans 0 document(s) de référence: