Livre d'Isaïe
66,5 Ἀκούσατε τὸ ῥῆμα κυρίου, οἱ τρέμοντες τὸν λόγον αὐτοῦ· εἴπατε, ἀδελφοὶ ἡμῶν, τοῖς μισοῦσιν ἡμᾶς καὶ βδελυσσομένοις, ἵνα τὸ ὄνομα κυρίου δοξασθῇ καὶ ὀφθῇ ἐν τῇ εὐφροσύνῃ αὐτῶν, κἀκεῖνοι αἰσχυνθήσονται. ( ) 66,6 φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ ἐκ ναοῦ, φωνὴ κυρίου ἀνταποδιδόντος ἀνταπόδοσιν τοῖς ἀντικειμένοις. ( ) 66,7 πρὶν ἢ τὴν ὠδίνουσαν τεκεῖν, πρὶν ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων, ἐξέφυγεν καὶ ἔτεκεν ἄρσεν. ( ) 66,8 τίς ἤκουσεν τοιοῦτο, καὶ τίς ἑώρακεν οὕτως., ἦ ὤδινεν γῆ ἐν μιᾷ ἡμέρᾳ, ἢ καὶ ἐτέχθη ἔθνος εἰς ἅπαξ., ὅτι ὤδινεν καὶ ἔτεκεν Σιων τὰ παιδία αὐτῆς. ( ) 66,9 ἐγὼ δὲ ἔδωκα τὴν προσδοκίαν ταύτην, καὶ οὐκ ἐμνήσθης μου, εἶπεν κύριος. οὐκ ἰδοὺ ἐγὼ γεννῶσαν καὶ στεῖραν ἐποίησα., εἶπεν ὁ θεός. ( )

66,10 εὐφράνθητι, Ιερουσαλημ, καὶ πανηγυρίσατε ἐν αὐτῇ, πάντες οἱ ἀγαπῶντες αὐτήν, χάρητε χαρᾷ, πάντες ὅσοι πενθεῖτε ἐπ αὐτῆς,


( )
66,11 ἵνα θηλάσητε καὶ ἐμπλησθῆτε ἀπὸ μαστοῦ παρακλήσεως αὐτῆς, ἵνα ἐκθηλάσαντες τρυφήσητε ἀπὸ εἰσόδου δόξης αὐτῆς. ( ) 66,12 ὅτι τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐκκλίνω εἰς αὐτοὺς ὡς ποταμὸς εἰρήνης καὶ ὡς χειμάρρους ἐπικλύζων δόξαν ἐθνῶν· τὰ παιδία αὐτῶν ἐπ ὤμων ἀρθήσονται καὶ ἐπὶ γονάτων παρακληθήσονται. ( ) 66,13 ὡς εἴ τινα μήτηρ παρακαλέσει, οὕτως καὶ ἐγὼ παρακαλέσω ὑμᾶς, καὶ ἐν Ιερουσαλημ παρακληθήσεσθε. ( ) 66,14 καὶ ὄψεσθε, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὰ ὀστᾶ ὑμῶν ὡς βοτάνη ἀνατελεῖ· καὶ γνωσθήσεται ἡ χεὶρ κυρίου τοῖς σεβομένοις αὐτόν, καὶ ἀπειλήσει τοῖς ἀπειθοῦσιν. ( ) 66,15 Ἰδοὺ γὰρ κύριος ὡς πῦρ ἥξει καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ ἀποδοῦναι ἐν θυμῷ ἐκδίκησιν καὶ ἀποσκορακισμὸν ἐν φλογὶ πυρός. ( )



trouve dans 1 passage(s): La colline de Sion,
trouve dans 1 liturgie(s): Dimanche-14-temps ordinaire annee C,
trouve dans 0 document(s) de référence: