Livre d'Isaïe
65,22 καὶ οὐ μὴ οἰκοδομήσουσιν καὶ ἄλλοι ἐνοικήσουσιν, καὶ οὐ μὴ φυτεύσουσιν καὶ ἄλλοι φάγονται· κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς ἔσονται αἱ ἡμέραι τοῦ λαοῦ μου, τὰ ἔργα τῶν πόνων αὐτῶν παλαιώσουσιν. ( ) 65,23 οἱ δὲ ἐκλεκτοί μου οὐ κοπιάσουσιν εἰς κενὸν οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν, ὅτι σπέρμα ηὐλογημένον ὑπὸ θεοῦ ἐστιν, καὶ τὰ ἔκγονα αὐτῶν μετ αὐτῶν ἔσονται. ( ) 65,24 καὶ ἔσται πρὶν κεκράξαι αὐτοὺς ἐγὼ ἐπακούσομαι αὐτῶν, ἔτι λαλούντων αὐτῶν ἐρῶ Τί ἐστιν., ( ) 65,25 τότε λύκοι καὶ ἄρνες βοσκηθήσονται ἅμα, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα, ὄφις δὲ γῆν ὡς ἄρτον· οὐκ ἀδικήσουσιν οὐδὲ μὴ λυμανοῦνται ἐπὶ τῷ ὄρει τῷ ἁγίῳ μου, λέγει κύριος. ( ) 66,1 Οὕτως λέγει κύριος Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι., ἢ ποῖος τόπος τῆς καταπαύσεώς μου., ( )

66,2 πάντα γὰρ ταῦτα ἐποίησεν ἡ χείρ μου, καὶ ἔστιν ἐμὰ πάντα ταῦτα, λέγει κύριος· καὶ ἐπὶ τίνα ἐπιβλέψω ἀλλ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντα τοὺς λόγους μου.,


( )
66,3 ὁ δὲ ἄνομος ὁ θύων μοι μόσχον ὡς ὁ ἀποκτέννων κύνα, ὁ δὲ ἀναφέρων σεμίδαλιν ὡς αἷμα ὕειον, ὁ διδοὺς λίβανον εἰς μνημόσυνον ὡς βλάσφημος· καὶ οὗτοι ἐξελέξαντο τὰς ὁδοὺς αὐτῶν καὶ τὰ βδελύγματα αὐτῶν, ἃ ἡ ψυχὴ αὐτῶν ἠθέλησεν, ( ) 66,4 κἀγὼ ἐκλέξομαι τὰ ἐμπαίγματα αὐτῶν καὶ τὰς ἁμαρτίας ἀνταποδώσω αὐτοῖς· ὅτι ἐκάλεσα αὐτοὺς καὶ οὐχ ὑπήκουσάν μου, ἐλάλησα καὶ οὐκ ἤκουσαν, καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον μου καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξαντο. ( ) 66,5 Ἀκούσατε τὸ ῥῆμα κυρίου, οἱ τρέμοντες τὸν λόγον αὐτοῦ· εἴπατε, ἀδελφοὶ ἡμῶν, τοῖς μισοῦσιν ἡμᾶς καὶ βδελυσσομένοις, ἵνα τὸ ὄνομα κυρίου δοξασθῇ καὶ ὀφθῇ ἐν τῇ εὐφροσύνῃ αὐτῶν, κἀκεῖνοι αἰσχυνθήσονται. ( ) 66,6 φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ ἐκ ναοῦ, φωνὴ κυρίου ἀνταποδιδόντος ἀνταπόδοσιν τοῖς ἀντικειμένοις. ( ) 66,7 πρὶν ἢ τὴν ὠδίνουσαν τεκεῖν, πρὶν ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων, ἐξέφυγεν καὶ ἔτεκεν ἄρσεν. ( )



trouve dans 1 passage(s): Les dix commandements,
trouve dans 1 liturgie(s): Dimanche-1-Epiphanie du Seigneur annee C,
trouve dans 0 document(s) de référence: