Livre d'Isaïe
64,4 συναντήσεται γὰρ τοῖς ποιοῦσιν τὸ δίκαιον, καὶ τῶν ὁδῶν σου μνησθήσονται. ἰδοὺ σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν· διὰ τοῦτο ἐπλανήθημεν. ( ) 64,5 καὶ ἐγενήθημεν ὡς ἀκάθαρτοι πάντες ἡμεῖς, ὡς ῥάκος ἀποκαθημένης πᾶσα ἡ δικαιοσύνη ἡμῶν· καὶ ἐξερρύημεν ὡς φύλλα διὰ τὰς ἀνομίας ἡμῶν, οὕτως ἄνεμος οἴσει ἡμᾶς. ( ) 64,6 καὶ οὐκ ἔστιν ὁ ἐπικαλούμενος τὸ ὄνομά σου καὶ ὁ μνησθεὶς ἀντιλαβέσθαι σου· ὅτι ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφ ἡμῶν καὶ παρέδωκας ἡμᾶς διὰ τὰς ἁμαρτίας ἡμῶν. ( ) 64,7 καὶ νῦν, κύριε, πατὴρ ἡμῶν σύ, ἡμεῖς δὲ πηλὸς ἔργον τῶν χειρῶν σου πάντες· ( ) 64,8 μὴ ὀργίζου ἡμῖν σφόδρα καὶ μὴ ἐν καιρῷ μνησθῇς ἁμαρτιῶν ἡμῶν. καὶ νῦν ἐπίβλεψον, ὅτι λαός σου πάντες ἡμεῖς. ( )

64,9 πόλις τοῦ ἁγίου σου ἐγενήθη ἔρημος, Σιων ὡς ἔρημος ἐγενήθη, Ιερουσαλημ εἰς κατάραν.


( )
64,10 ὁ οἶκος, τὸ ἅγιον ἡμῶν, καὶ ἡ δόξα, ἣν ηὐλόγησαν οἱ πατέρες ἡμῶν, ἐγενήθη πυρίκαυστος, καὶ πάντα τὰ ἔνδοξα συνέπεσεν. ( ) 64,11 καὶ ἐπὶ πᾶσι τούτοις ἀνέσχου, κύριε, καὶ ἐσιώπησας καὶ ἐταπείνωσας ἡμᾶς σφόδρα. ( ) 65,1 Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ζητοῦσιν, εὑρέθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν· εἶπα Ἰδού εἰμι, τῷ ἔθνει οἳ οὐκ ἐκάλεσάν μου τὸ ὄνομα. ( ) 65,2 ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, οἳ οὐκ ἐπορεύθησαν ὁδῷ ἀληθινῇ, ἀλλ ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν. ( ) 65,3 ὁ λαὸς οὗτος ὁ παροξύνων με ἐναντίον ἐμοῦ διὰ παντός, αὐτοὶ θυσιάζουσιν ἐν τοῖς κήποις καὶ θυμιῶσιν ἐπὶ ταῖς πλίνθοις τοῖς δαιμονίοις, ἃ οὐκ ἔστιν· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: