Livre d'Isaïe
63,16 σὺ γὰρ ἡμῶν εἶ πατήρ, ὅτι Αβρααμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ισραηλ οὐκ ἐπέγνω ἡμᾶς, ἀλλὰ σύ, κύριε, πατὴρ ἡμῶν· ῥῦσαι ἡμᾶς, ἀπ ἀρχῆς τὸ ὄνομά σου ἐφ ἡμᾶς ἐστιν. ( ) 63,17 τί ἐπλάνησας ἡμᾶς, κύριε, ἀπὸ τῆς ὁδοῦ σου, ἐσκλήρυνας ἡμῶν τὰς καρδίας τοῦ μὴ φοβεῖσθαί σε., ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας σου, ( ) 63,18 ἵνα μικρὸν κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου, οἱ ὑπεναντίοι ἡμῶν κατεπάτησαν τὸ ἁγίασμά σου. ( ) 63,19 ἐγενόμεθα ὡς τὸ ἀπ ἀρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν οὐδὲ ἐπεκλήθη τὸ ὄνομά σου ἐφ ἡμᾶς. ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήμψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται, ( ) 64,1 ὡς κηρὸς ἀπὸ πυρὸς τήκεται. καὶ κατακαύσει πῦρ τοὺς ὑπεναντίους, καὶ φανερὸν ἔσται τὸ ὄνομα κυρίου ἐν τοῖς ὑπεναντίοις· ἀπὸ προσώπου σου ἔθνη ταραχθήσονται. ( )

64,2 ὅταν ποιῇς τὰ ἔνδοξα, τρόμος λήμψεται ἀπὸ σοῦ ὄρη.


( )
64,3 ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον θεὸν πλὴν σοῦ καὶ τὰ ἔργα σου, ἃ ποιήσεις τοῖς ὑπομένουσιν ἔλεον. ( ) 64,4 συναντήσεται γὰρ τοῖς ποιοῦσιν τὸ δίκαιον, καὶ τῶν ὁδῶν σου μνησθήσονται. ἰδοὺ σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν· διὰ τοῦτο ἐπλανήθημεν. ( ) 64,5 καὶ ἐγενήθημεν ὡς ἀκάθαρτοι πάντες ἡμεῖς, ὡς ῥάκος ἀποκαθημένης πᾶσα ἡ δικαιοσύνη ἡμῶν· καὶ ἐξερρύημεν ὡς φύλλα διὰ τὰς ἀνομίας ἡμῶν, οὕτως ἄνεμος οἴσει ἡμᾶς. ( ) 64,6 καὶ οὐκ ἔστιν ὁ ἐπικαλούμενος τὸ ὄνομά σου καὶ ὁ μνησθεὶς ἀντιλαβέσθαι σου· ὅτι ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφ ἡμῶν καὶ παρέδωκας ἡμᾶς διὰ τὰς ἁμαρτίας ἡμῶν. ( ) 64,7 καὶ νῦν, κύριε, πατὴρ ἡμῶν σύ, ἡμεῖς δὲ πηλὸς ἔργον τῶν χειρῶν σου πάντες· ( )



trouve dans 1 passage(s): Bénédictions,
trouve dans 1 liturgie(s): Dimanche-1-Avent annee B,
trouve dans 0 document(s) de référence: