Livre d'Isaïe
55,13 καὶ ἀντὶ τῆς στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη· καὶ ἔσται κύριος εἰς ὄνομα καὶ εἰς σημεῖον αἰώνιον καὶ οὐκ ἐκλείψει. ( ) 56,1 Τάδε λέγει κύριος Φυλάσσεσθε κρίσιν, ποιήσατε δικαιοσύνην· ἤγγισεν γὰρ τὸ σωτήριόν μου παραγίνεσθαι καὶ τὸ ἔλεός μου ἀποκαλυφθῆναι. ( ) 56,2 μακάριος ἀνὴρ ὁ ποιῶν ταῦτα καὶ ἄνθρωπος ὁ ἀντεχόμενος αὐτῶν καὶ φυλάσσων τὰ σάββατα μὴ βεβηλοῦν καὶ διατηρῶν τὰς χεῖρας αὐτοῦ μὴ ποιεῖν ἀδίκημα. ( ) 56,3 μὴ λεγέτω ὁ ἀλλογενὴς ὁ προσκείμενος πρὸς κύριον Ἀφοριεῖ με ἄρα κύριος ἀπὸ τοῦ λαοῦ αὐτοῦ· καὶ μὴ λεγέτω ὁ εὐνοῦχος ὅτι Ἐγώ εἰμι ξύλον ξηρόν. ( ) 56,4 τάδε λέγει κύριος Τοῖς εὐνούχοις, ὅσοι ἂν φυλάξωνται τὰ σάββατά μου καὶ ἐκλέξωνται ἃ ἐγὼ θέλω καὶ ἀντέχωνται τῆς διαθήκης μου, ( )

56,5 δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστὸν κρείττω υἱῶν καὶ θυγατέρων, ὄνομα αἰώνιον δώσω αὐτοῖς καὶ οὐκ ἐκλείψει.


169 BST - Olivier sur verset 2000-08-09: Yad Vashem = Isaïe 56. lien avec Proverbes 20,27. l'homme est une lumière de Dieu. le mémorial aux enfants = 1,5 millions de morts. Bougies + Miroir. - Yad va shem = « je leur donnerai dans ma maison et dans mes remparts un monument et un nom » (Is 56,5) : ne vous inquiétez pas de votre descendance, c’est moi qui vous ramènerai. - Prov 20, 27 : « la vie de Dieu, c’est l’âme de l’homme » (d’où le commandement de ne pas tuer) - « Shoah » = désastre (on ne dit pas « holocauste »).

( Pr 20,27 , )
56,6 καὶ τοῖς ἀλλογενέσι τοῖς προσκειμένοις κυρίῳ δουλεύειν αὐτῷ καὶ ἀγαπᾶν τὸ ὄνομα κυρίου τοῦ εἶναι αὐτῷ εἰς δούλους καὶ δούλας καὶ πάντας τοὺς φυλασσομένους τὰ σάββατά μου μὴ βεβηλοῦν καὶ ἀντεχομένους τῆς διαθήκης μου, ( ) 56,7 εἰσάξω αὐτοὺς εἰς τὸ ὄρος τὸ ἅγιόν μου καὶ εὐφρανῶ αὐτοὺς ἐν τῷ οἴκῳ τῆς προσευχῆς μου· τὰ ὁλοκαυτώματα αὐτῶν καὶ αἱ θυσίαι αὐτῶν ἔσονται δεκταὶ ἐπὶ τοῦ θυσιαστηρίου μου· ὁ γὰρ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν, ( ) 56,8 εἶπεν κύριος ὁ συνάγων τοὺς διεσπαρμένους Ισραηλ, ὅτι συνάξω ἐπ αὐτὸν συναγωγήν. ( ) 56,9 Πάντα τὰ θηρία τὰ ἄγρια, δεῦτε φάγετε, πάντα τὰ θηρία τοῦ δρυμοῦ. ( ) 56,10 ἴδετε ὅτι πάντες ἐκτετύφλωνται, οὐκ ἔγνωσαν φρονῆσαι, πάντες κύνες ἐνεοί, οὐ δυνήσονται ὑλακτεῖν, ἐνυπνιαζόμενοι κοίτην, φιλοῦντες νυστάξαι. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: